Book 2
28.28
ἐκ δὲ Ῥωμαίων τῶν παραλίων ἅπαντα ταῖς ναυσὶν ἐπεισέρχεται σφίσι, καὶ ταῦτα οὐ χρυσίον τοῖς συμβάλλουσι προϊεμένοις, ἀλλὰ δέρρεις τε καὶ ἀνδράποδα καὶ εἴ τι ἄλλο ἐνταῦθα κατὰ πολὺ περιεῖναι ξυμβαίνει.
28.29
τούτου τε, ὡς τὸ εἰκός, ἀποκεκλεισμένοι τὸ λοιπὸν ἤσχαλλον. ὧν δὴ ὁ Χοσρόης αἰσθόμενος προτερῆσαι ξὺν τῷ ἀσφαλεῖ, πρίν τι ἐς αὐτὸν νεωτερίσειαν, ἐν σπουδῇ εἶχε.
28.30
καί οἱ βουλευομένῳ ξυμφορώτατον ἔδοξεν εἶναι Γουβάζην τὸν Λαζῶν βασιλέα ἐκποδὼν ὅτι τάχιστα ποιησαμένῳ Λαζοὺς ἐνθένδε πανδημεὶ ἀναστήσειν, οὕτω τε Πέρσας καὶ ἄλλα ἄττα ἔθνη ξυνοικιεῖν ἐν ταύτῃ τῇ χώρᾳ.
28.31
Ταῦτα ὁ Χοσρόης βεβουλευμένος Ἰσδιγούσναν ὡς ἐπὶ πρεσβείᾳ δῆθεν τῷ λόγῳ ἐς Βυζάντιον στέλλει, καί οἱ Περσῶν ἀριστίνδην ἀπολεξάμενος πεντακοσίους ξυνέπεμψεν, ἐπιστείλας σφίσι γενέσθαι μὲν ἐν πόλει Δάρας, ἐν οἰκίαις δὲ καταλῦσαι πολλαῖς, ταύτας τε νύκτωρ ἁπάσας ἐμπρῆσαι, καὶ Ῥωμαίων ἀμφὶ τὸ πῦρ τοῦτο ἠσχολημένων, ὡς τὸ εἰκός, ἁπάντων ἀνοιγνύναι μὲν τὰς πύλας εὐθύς, τῇ δὲ πόλει τὸ ἄλλο Περσῶν στράτευμα δέξασθαι.
28.32
προείρητο γὰρ τῷ Νισίβιδος πόλεως ἄρχοντι στρατιωτῶν πλῆθος ἄγχιστά πη ἐγκρυφιάζοντι ἐν παρασκευῇ ἔχειν. οὕτω γὰρ αὐτοὺς ᾤετο Χοσρόης οὐδενὶ πόνῳ Ῥωμαίους τε ἅπαντας διαχρήσεσθαι καὶ τὴν πόλιν Δάρας ἐν βεβαίῳ καταλαβόντας σχήσειν.