Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

28.14 μετὰ δὲ ξυνίασι μὲν ἐς μάχην ἑκάτεροι παντὶ τῷ στρατῷ, νικῶσι δὲ κατὰ κράτος οἱ ξὺν τῷ Ἀρέθᾳ, τρεψάμενοί τε τοὺς πολεμίους πολλοὺς ἔκτειναν. καὶ παρ’ ὀλίγον Ἀρέθας ἦλθε δύο τῶν Ἀλαμουνδάρου παίδων ζῶντας ἑλεῖν, οὐ μέντοι γε εἷλε. τὰ μὲν οὖν Σαρακηνῶν ταύτῃ πη εἶχεν.
28.15 Χοσρόης δέ, ὁ Περσῶν βασιλεύς, ἔνδηλος γέγονε τὴν ἐκεχειρίαν νῷ δολερῷ πρὸς Ῥωμαίους πεποιημένος, ἐφ’ ᾧ δὴ αὐτοὺς διὰ τὴν εἰρήνην ἀναπεπτωκότας λαβὼν ἀνήκεστόν τι ἐργάσεται.
28.16 τρίτῳ γὰρ τῆς ἐκεχειρίας ἐνιαυτῷ μηχανᾶται τοιάδε· ἤστην ἐν Πέρσαις ἀδελφοὶ δύο, Φάβριζός τε καὶ Ἰσδιγούσνας, ἀρχὰς μὲν περιβεβλημένω ἐνταῦθα μεγίστας καὶ ἄλλως λογισμῷ πονηροτάτω Περσῶν ἁπάντων καὶ δόξαν ἐπὶ τῇ δεινότητι καὶ κακοτροπίᾳ πολλὴν ἔχοντε.
28.17 βουλευσάμενος οὖν πόλιν Δάρας καταλαβεῖν ἐξ ἐπιδρομῆς καὶ Λαζικῆς ἐξοικίσαι Κόλχους ἅπαντας, Πέρσας δὲ ἀντ’ αὐτῶν οἰκήτορας καταστήσασθαι, τὼ ἄνδρε τούτω ἐς ἄμφω τὰ ἔργα ὑπηρετήσοντας εἵλετο·
28.18 ἕρμαιον γὰρ καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι γῆν τὴν Κολχίδα σφετερισαμένῳ ἐν τῷ βεβαίῳ τῆς κτήσεως ἔχειν, ξύμφορον λογισαμένῳ τῇ Περσῶν ἀρχῇ κατὰ πολλὰ ἔσεσθαι τοῦτό γε.
28.19 τήν τε γὰρ Ἰβηρίαν ἐν τῷ ἀσφαλεῖ ἐς τὸ ἔπειτα ἕξειν, οὐκ ἂν ἔτι ἐχόντων Ἰβήρων ἐφ’ οὕστινας ἀνθρώπων ἀποστάντες σωθήσονται·
28.20 ἐπειδὴ γὰρ οἱ τούτων δὴ λογιμώτατοι τῶν βαρβάρων ὁμοῦ Γουργένῃ τῷ βασιλεῖ ἐς ἀπόστασιν εἶδον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθε λόγοις ἐρρήθη, οὔτε βασιλέα σφίσι καταστήσεσθαι τὸ ἐνθένδε ξυνεχώρουν Πέρσαι οὔτε αὐτογνωμονοῦντες Περσῶν κατήκοοι Ἴβηρες ἦσαν, ἀλλ’ ὑποψίᾳ τε καὶ ἀπιστίᾳ ἐς ἀλλήλους πολλῇ εἴχοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme