Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

28.6 ἐνταῦθα ἐντυχόντες Χοσρόῃ οἱ πρέσβεις ἠξίουν μὲν τὰ ἐπὶ τῆς Λαζικῆς χωρία Ῥωμαίοις ἀποδοῦναι, βεβαιότατα δὲ πρὸς αὐτοὺς τὰ ἀμφὶ τῇ εἰρήνῃ κρατύνασθαι.
28.7 Χοσρόης δὲ οὐ ῥᾴδιον αὐτοὺς ἔφασκεν εἶναι ἀλλήλοις ξυμβῆναι, ἢν μή τινα ἐκεχειρίαν θέμενοι πρότερον οὕτω τε ἀδεέστερον ἀεὶ ἐς ἀλλήλους φοιτῶντες τά τε διάφορα διαλύσουσι καὶ τὰ τῆς εἰρήνης ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν θήσονται.
28.8 χρῆναι δὲ ὑπὲρ τῆς ἀεὶ ἐκεχειρίας χρήματά τέ οἱ τὸν Ῥωμαίων αὐτοκράτορα δοῦναι καί τινα Τριβοῦνον ὄνομα ἰατρὸν πέμψαι, ἐφ’ ᾧ οἱ ξυνδιατρίψει τακτόν τινα χρόνον.
28.9 ἐτύγχανε γὰρ ὁ ἰατρὸς οὗτος νόσου τε αὐτὸν ἀπαλλάξας χαλεπῆς πρότερον καὶ ἀπ’ αὐτοῦ φίλος τε καὶ ποθεινὸς ἐς τὰ μάλιστα ὤν.
28.10 ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, τόν τε Τριβοῦνον καὶ τὰ χρήματα εὐθὺς ἔπεμψε ξυνιόντα ἐς κεντηνάρια εἴκοσιν.
28.11 οὕτω τε αἱ σπονδαὶ γεγόνασι Ῥωμαίοις τε καὶ Πέρσαις ἐς ἐνιαυτοὺς πέντε, δέκατόν τε καὶ ἔνατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
28.12 Ὀλίγῳ δὲ ὕστερον Ἀρέθας τε καὶ Ἀλαμούνδαρος, οἱ τῶν Σαρακῃνῶν ἄρχοντες, πόλεμον πρὸς ἀλλήλους κατὰ μόνας διέφερον, οὔτε Ῥωμαίων οὔτε Περσῶν ἀμυνόντων σφίσι.
28.13 καὶ Ἀλαμούνδαρος μὲν ἕνα τῶν Ἀρέθα παίδων ἵππους νέμοντα ἐξ ἐπιδρομῆς ἑλὼν τῇ Ἀφροδίτῃ εὐθὺς ἔθυσε, καὶ ἀπ’ αὐτοῦ ἐγνώσθη οὐ καταπροΐεσθαι τὰ Ῥωμαίων πράγματα Πέρσαις Ἀρέθαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme