Book 2
27.44
ἡμέρᾳ μὲν οὖν τῇ ἐπιγινομένῃ τῶν βαρβάρων οὐδεὶς ἐπὶ τὸν περίβολον ἦλθε, τῇ δὲ μετ’ ἐκείνην μοῖρα μὲν τοῦ στρατοῦ Χοσρόου ἐγκελευομένου ταῖς Βαρλαοῦ καλουμέναις πύλαις ἐπέσκηψεν, ὑπαντιασάντων δὲ Ῥωμαίων αὐτοῖς ἡσσήθησάν τε παρὰ πολὺ τῇ μάχῃ καὶ δι’ ὀλίγου ἐς τὸ στρατόπεδον ἀνεχώρησαν.
27.45
καὶ τότε Παῦλος ὁ Περσῶν ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων Μαρτῖνον ἐκάλει, ἐφ’ ᾧ τὰ ἐς τὴν ξύμβασιν διοικήσηται.
27.46
οὕτω τε Μαρτίνου τοῖς Περσῶν ἄρχουσιν ἐς λόγους ἐλθόντος ξυνέβησαν, καὶ πέντε κεντηνάρια πρὸς τῶν Ἐδεσσηνῶν ὁ Χοσρόης λαβὼν ἐν γράμμασιν αὐτοῖς τὴν ὁμολογίαν ἀπέλιπε τοῦ μηδὲν Ῥωμαίοις περαιτέρω λυμήνασθαι, τά τε χαρακώματα πάντα ἐμπρήσας ἐπ’ οἴκου ἀνεχώρησε παντὶ τῷ στρατῷ.
28.1
Ὑπὸ τὸν χρόνον τοῦτον Ῥωμαίων τετελευτήκασι στρατηγοὶ δύο, Ἰοῦστός τε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος ὁ Ἴβηρ, Ἰοῦστος μὲν νόσῳ διαφθαρείς, Περανίῳ δὲ συνέβη ἐν κυνηγεσίῳ τοῦ ἵππου ἐκπεπτωκότι διαρραγῆναι.
28.2
διὸ δὴ ἀντ’ αὐτῶν βασιλεὺς ἑτέρους καταστησάμενος ἔπεμψε Μάρκελλόν τε, τὸν ἀδελφιδοῦν τὸν αὑτοῦ ἄρτι γενειάσκοντα, καὶ Κωνσταντιανόν, ὃς δὴ ὀλίγῳ πρότερον ἅμα Σεργίῳ παρὰ Χοσρόην πρεσβεύων ἐστάλη.
28.3
ἔπειτα δὲ Ἰουστινιανὸς βασιλεὺς πρέσβεις παρὰ Χοσρόην ἐπὶ τῇ ξυμβάσει Κωνσταντιανόν τε καὶ Σέργιον ἔπεμψεν.
28.4
οἱ δὲ αὐτὸν καταλαμβάνουσιν ἐν Ἀσσυρίοις, οὗ δὴ πολίσματα δύο Σελεύκειά τε καὶ Κτησιφῶν ἐστι, Μακεδόνων αὐτὰ δειμαμένων οἳ μετὰ τὸν Φιλίππου Ἀλέξανδρον Περσῶν τε ἦρξαν καὶ τῶν ταύτῃ ἐθνῶν.
28.5
ἄμφω δὲ ταῦτα Τίγρης ποταμὸς διορίζει· οὐ γὰρ ἄλλην χώραν μεταξὺ ἔχουσιν.