Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

27.12 ἔνερθεν γὰρ ἀπεφήνατο τοῦ καπνοῦ τὸ αἴτιον εἶναι, οὐκ ἀφ’ ὧν ἐσηκόντιζον οἱ πολέμιοι, βοηθεῖν τε κατὰ τάχος ἐκέλευε τὸ στράτευμα ὅλον.
27.13 καὶ Ῥωμαῖοι θαρσοῦντες ἐς αὐτοὺς ὕβριζον, τῶν δὲ βαρβάρων οἱ μέν τινες χοῦν, οἱ δὲ καὶ ὕδωρ ἐπιβάλλοντες ᾖ ὁ καπνὸς διεφαίνετο, περιέσεσθαι τοῦ δεινοῦ ἤλπιζον, ἀνύειν μέντοι οὐδὲν οὐδαμῆ εἶχον.
27.14 ᾗ τε γὰρ ὁ χοῦς ἐπιβληθείη, ταύτῃ μὲν ὁ καπνός, ὡς τὸ εἰκός, ἀνεστέλλετο, ἑτέρωθι δὲ οὐκ εἰς μακρὰν ἀνεδίδοτο, αὐτὸν τοῦ πυρὸς καὶ βιάζεσθαι τὴν ἔξοδον ὅπη δύναιτο ἀναγκάζοντος· τό τε ὕδωρ ᾗ μάλιστα ἐπισκήψειε, πολλῷ ἔτι μᾶλλον τήν τε ἄσφαλτον καὶ τὸ θεῖον καὶ τὸ θεῖον ἐνεργεῖν ἴσχυεν ἐπί τε τὴν ἐν ποσὶν ὕλην ἀκμάζειν ἐποίει, καὶ τὸ πῦρ ἐπὶ τὰ πρόσω ἀεὶ ἐνῆγεν, ἐπεὶ τοῦ χώματος ἐντὸς οὐδαμῆ τοσοῦτον ἐξικνεῖσθαι τοῦ ὕδατος εἶχεν ὅσον τῷ ὑπερβάλλοντι κατασβέσαι τὴν φλόγα οἷόν τε εἶναι.
27.15 ὁ δὲ καπνὸς ἀμφὶ δείλην ὀψίαν τοσοῦτος ἐγίνετο ὥστε καὶ τοῖς Καρρηνοῖς καὶ ἄλλοις τισὶ πολλῷ ἐπέκεινα ᾠκημένοις ἔνδηλος εἶναι.
27.16 Περσῶν δὲ καὶ Ῥωμαίων πολλῶν ὕπερθεν ἀναβεβηκότων τοῦ χώματος, μάχης τε καὶ ὠθισμοῦ ἐνταῦθα ξυστάντος, ἐνίκων Ῥωμαῖοι.
27.17 τότε καὶ ἡ φλὸξ λαμπρῶς ἐκδοθεῖσα ὑπὲρ τὸ χῶμα ἐφαίνετο, Πέρσαι δὲ τοῦ μὲν ἔργου τούτου ἀπέσχοντο.
27.18 Ἕκτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ, ὄρθρου βαθέος, μοίρᾳ τινὶ τοῦ περιβόλου λάθρα ἐπέσκηψαν κλίμακας ἔχοντες, οὗ δὴ τὸ φρούριον ἐπωνόμασται.
27.19 τῶν δὲ φυλακὴν ἐνταῦθα ἐχόντων Ῥωμαίων πρᾷόν τινα καθευδόντων ὕπνον, ἅτε τῆς νυκτὸς πρὸς πέρας ἰούσης, ἡσυχῆ τὰς κλίμακας τῷ τείχει ἐρείσαντες ἀνέβαινον ἤδη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme