Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 2

26.5 παντὶ γοῦν τῷ στρατῷ ἀγχοῦ Ἐδέσσης γενόμενος, Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπὶ τὸν τῆς πόλεως περίβολον ἔπεμψεν ὃς δὴ τοῦ ἱπποδρόμου καθύπερθέν ἐστιν, ἄλλο μὲν οὐδὲν κακουργήσοντας, πρόβατα δὲ ἁρπασομένους ἅπερ οἱ ποιμένες πολλὰ ἐνταῦθά πη παρὰ τὸ τείχισμα στήσαντες ἔτυχον, χωρίου τε ἰσχύϊ θαρσοῦντες, ὅτι δὴ ἄναντες ὑπερφυῶς ἦν, καὶ οὔποτε τολμήσειν τοὺς πολεμίους οἰόμενοι οὕτω πη ἄγχιστα τοῦ τείχους ἰέναι.
26.6 οἱ μὲν οὖν βάρβαροι τῶν προβάτων ἥπτοντο ἤδη, οἱ δὲ ποιμένες καρτερώτατα ἀμυνόμενοι διεκώλυον.
26.7 Περσῶν τε τοῖς Οὔννοις ἐπιβεβοηθηκότων πολλῶν, ἀγέλην μὲν ἐνθένδε ἀφελέσθαι τινὰ οἱ βάρβαροι ἴσχυσαν, Ῥωμαίων δὲ στρατιωτῶν τε καὶ τῶν ἀπὸ τοῦ δήμου ἐπεξελθόντων τοῖς πολεμίοις, ἡ μὲν μάχη ἐκ χειρὸς γέγονεν, ἡ δὲ ἀγέλη αὐτόματος ἐς τοὺς ποιμένας ἐπανῆκεν αὖθις.
26.8 τῶν τέ τις Οὔννων πρὸ τῶν ἄλλων μαχόμενος μάλιστα πάντων ἠνώχλει Ῥωμαίους.
26.9 καί τις αὐτὸν ἀγροῖκος ἐς γόνυ τὸ δεξιὸν σφενδόνῃ ἐπιτυχὼν βάλλει, ὁ δὲ πρηνὴς ἀπὸ τοῦ ἵππου ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὃ δὴ Ῥωμαίους ἔτι μᾶλλον ἐπέρρωσεν.
26.10 ἥ τε μάχη πρωὶ ἀρξαμένη ἐτελεύτα ἐς μέσην ἡμέραν, ἐν ᾗ ἑκάτεροι τὸ πλέον ἔχειν οἰόμενοι διελύθησαν.
26.11 καὶ Ῥωμαῖοι μὲν ἐντὸς τοῦ περιβόλου ἐγένοντο, οἱ δὲ βάρβαροι ἀπὸ σταδίων τῆς πόλεως ἑπτὰ διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες.
26.12 Τότε ὁ Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν ἤ τις αὐτῷ ἔννοια γέγονεν, ὡς δὶς ἐγχειρήσας ἢν μὴ δυνατὸς εἴη Ἔδεσσαν ἐξελεῖν, πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται.
26.13 διὸ δὴ πολλῶν χρημάτων ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσσηνοῖς ἔγνω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme