Book 2
25.6
οὗ δὴ ὁ Ναβέδης, ἐπειδὴ τάχιστα τῶν πολεμίων τὴν ἔφοδον ἔγνω, παντὶ τῷ στρατῷ ἀποχωρήσας χωρίου τε ἰσχύϊ θαρσήσας καθεῖρξεν αὑτόν.
25.7
καὶ ἡ μὲν κώμη ἐς τοῦ ὄρους τὰ ἔσχατα κεῖται, φρούριον δὲ ἐχυρὸν τῇ κώμῃ ταύτῃ ὁμώνυμον ἐν τῷ κρημνώδει ἐστίν.
25.8
ὁ γοῦν Ναβέδης λίθοις μὲν καὶ ἁμάξαις τὰς ἐπὶ τὴν κώμην ἀποφράξας εἰσόδους δυσπρόσοδον ἔτι μᾶλλον εἰργάσατο ταύτην.
25.9
ἐπίπροσθε δὲ τάφρον τινὰ ὀρύξας ἐνταῦθα τὸ στράτευμα ἔστησε, προλοχίσας οἰκίσκους τινὰς παλαιοὺς ἐνέδραις πεζῶν. ἐς τετρακισχιλίους δὲ ἄνδρας ἅπαν ξυνῄει τὸ Περσῶν στράτευμα.
25.10
Ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς χῶρον ἡμέρας ὁδῷ Ἀγγλῶν διέχοντα, τῶν τινα πολεμίων ἐπὶ κατασκοπῇ ἰόντα λαβόντες ἐπυνθάνοντο ὅπη ποτὲ τανῦν ὁ Ναβέδης εἴη. καὶ ὃς ἀνακεχωρηκέναι τὸν ἄνδρα ἐξ Ἀγγλῶν παντὶ τῷ Μήδων στρατῷ ἔφασκεν.
25.11
ὃ δὴ ὁ Ναρσῆς ἀκούσας δεινὰ ἐποιεῖτο, καὶ τοῖς ξυνάρχουσι τὴν μέλλησιν ὀνειδίζων ἐλοιδορεῖτο.
25.12
ταὐτὸ δὲ τοῦτο καὶ ἄλλοι ἐποίουν, ἐς ἀλλήλους ὑβρίζοντες, καὶ τὸ λοιπὸν μάχης τε καὶ κινδύνου ἀφροντιστήσαντες ληίζεσθαι τὰ ἐκείνῃ χωρία ἐν σπουδῇ ἐποιοῦντο.
25.13
ἄραντες τοίνυν ἀστρατήγητοί τε καὶ ἄτακτοι κόσμῳ οὐδενὶ ἐπίπροσθεν ᾔεσαν, οὔτε τι ἔχοντες σύμβολον ἐν σφίσιν αὐτοῖς, ᾗπερ ἐν τοῖς τοιούτοις ἀγῶσιν εἴθισται, οὔτε πη διακεκριμένοι ἐν τάξει.
25.14
τοῖς γὰρ σκευοφόροις οἱ στρατιῶται ἀναμιγνύμενοι ἐπορεύοντο ὡς ἐπὶ ἁρπαγὴν ἑτοιμοτάτην ἰόντες χρημάτων μεγάλων.
25.15
ἐπεὶ δὲ Ἀγγλῶν ἀγχοῦ ἐγένοντο, πέμπουσι κατασκόπους, οἳ δὴ αὐτοῖς ἐπανιόντες ἀπήγγελλον τὴν τῶν πολεμίων παράταξιν.