Book 1
20.10
ʽὁ δὲ Καϊσὸς οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου ξυγγενῶν κτείνας ἐς γῆν ἔφευγεν ἣ δὴ ἔρημος ἀνθρώπων
20.11
παντάπασίν ἐστιν.ʼ ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος.
20.12
τοῖς τε γὰρ Αἰθίοψι τὴν μέταξαν ὠνεῖσθαι πρὸς τῶν Ἰνδῶν ἀδύνατα ἦν, ἐπεὶ ἀεὶ οἱ Περσῶν ἔμποροι πρὸς αὐτοῖς τοῖς ὅρμοις γινόμενοι οὗ δὴ τὰ πρῶτα αἱ τῶν Ἰνδῶν νῆες καταίρουσιν, ἅτε χώραν προσοικοῦντες τὴν ὅμορον, ἅπαντα ὠνεῖσθαι τὰ φορτία εἰώθασι, καὶ τοῖς Ὁμηρίταις χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνουσαν ἐπ’ ἀνθρώπους πολλῷ μαχιμωτέρους ἰέναι.
20.13
ἀλλὰ καὶ Ἄβραμος ὕστερον, ὅτε δὴ τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο, πολλάκις μὲν Ἰουστινιανῷ βασιλεῖ ὡμολόγησεν ἐς γῆν τὴν Περσίδα ἐσβάλλειν, ἅπαξ δὲ μόνον τῆς πορείας ἀρξάμενος ὀπίσω εὐθὺς ἀπεχώρησε. τὰ μὲν οὖν Αἰθιόπων τε καὶ Ὁμηριτῶν ταύτῃ Ῥωμαίοις ἐχώρησεν.
21.1
Ἑρμογένης δὲ τότε, ἐπειδὴ τάχιστα ἡ πρὸς τῷ Εὐφράτῃ μάχη ἐγένετο, παρὰ Καβάδην ἐπὶ πρεσβείᾳ ἥκων, ἐπέραινεν οὐδὲν τῆς εἰρήνης πέρι ἧς ἕνεκα ἦλθεν, ἐπεὶ αὐτὸν οἰδαίνοντα ἔτι ἐπὶ Ῥωμαίους εὗρε· διὸ δὴ ἄπρακτος ἀνεχώρησε.
21.2
καὶ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε περιῃρημένος ἣν εἶχεν ἀρχήν, ἐφ’ ᾧ ἐπὶ Βανδίλους στρατεύσειε.
21.3
Σίττας δέ, Ἰουστινιανῷ βασιλεῖ τοῦτο δεδογμένον, ὡς φυλάξων τὴν ἑῴαν ἐνταῦθα ἦλθε.
21.4
καὶ Πέρσαι αὖθις στρατῷ πολλῷ ἐς Μεσοποταμίαν, Χαναράγγου τε καὶ Ἀσπεβέδου καὶ Μερμερόου ἡγουμένων σφίσιν, ἐσέβαλον.