Book 1
20.6
οὗτος ὁ στρατὸς οὐκέτι ἐθέλοντες ἐπ’ οἴκου ἐπανιέναι ἀλλ’ αὐτοῦ ἐν χώρᾳ ἀγαθῇ μένειν, κρύφα τοῦ ἄρχοντος τῷ Ἀβράμῳ ἐς λόγους ἦλθον, ἔς τε ξυμβολὴν καταστάντες τοῖς ἐναντίοις, ἐπειδὴ ἐν τῷ ἔργῳ ἐγένοντο, κτείναντες τὸν ἄρχοντα τῷ τε τῶν πολεμίων στρατῷ ἀνεμίγνυντο καὶ αὐτοῦ ἔμενον.
20.7
θυμῷ δὲ πολλῷ Ἑλλησθεαῖος ἐχόμενος καὶ ἄλλο στράτευμα ἐπ’ αὐτοὺς ἔπεμψεν, οἳ δὴ τοῖς ἀμφὶ τὸν Ἄβραμον ἐς χεῖρας ἐλθόντες παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐπ’ οἴκου εὐθὺς ἀνεχώρησαν. δείσας τε τὸ λοιπὸν ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐπὶ τὸν Ἄβραμον οὐκέτι ἐστράτευσεν.
20.8
Ἑλλησθεαίου δὲ τελευτήσαντος φόρους Ἄβραμος ὡμολόγησε φέρειν τῷ μετ’ αὐτὸν τὴν Αἰθιόπων βασιλείαν παραλαβόντι, οὕτω τε τὴν ἀρχὴν ἐκρατύνατο. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
20.9
Τότε δὲ Ἰουστινιανὸς ὁ βασιλεὺς ἐν μὲν Αἰθίοψι βασιλεύοντος Ἑλλησθεαίου, Ἐσιμιφαίου δὲ ἐν Ὁμηρίταις, πρεσβευτὴν Ἰουλιανὸν ἔπεμψεν, ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς δόξης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι, ὅπως Αἰθίοπες μὲν ὠνούμενοί τε τὴν μέταξαν ἐξ Ἰνδῶν ἀποδιδόμενοί τε αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται χρημάτων μεγάλων, Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν ʽαὕτη δέ ἐστιν ἡ μέταξα ἐξ ἧς εἰώθασι τὴν ἐσθῆτα ἐργάζεσθαι ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τανῦν δὲ σηρικὴν ὀνομάζουσιν̓, Ὁμηρῖται δὲ ὅπως Καϊσὸν τὸν φυγάδα φύλαρχον Μαδδηνοῖς καταστήσωνται καὶ στρατῷ μεγάλῳ αὐτῶν τε Ὁμηριτῶν καὶ Σαρακηνῶν τῶν Μαδδηνῶν ἐσβάλωσιν ἐς τὴν Περσῶν γῆν.