Book 1
20.1
Ὑπὸ τοὺς χρόνους τοῦ πολέμου τοῦδε Ἑλλησθεαῖος ὁ τῶν Αἰθιόπων βασιλεύς, Χριστιανός τε ὢν καὶ δόξης τῆσδε ὡς μάλιστα ἐπιμελούμενος, ἐπειδὴ Ὁμηριτῶν τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἔγνω πολλοὺς μὲν Ἰουδαίους ὄντας, πολλοὺς δὲ δόξαν τὴν παλαιὰν σέβοντας ἣν δὴ καλοῦσιν Ἑλληνικὴν οἱ νῦν ἄνθρωποι, ἐπιβουλῇ μέτρον οὐκ ἐχούσῃ ἐς τοὺς ἐκείνῃ Χριστιανοὺς χρῆσθαι, στόλον τε νηῶν καὶ στράτευμα ἀγείρας ἐπ’ αὐτοὺς ἦλθε, καὶ μάχῃ νικήσας τόν τε βασιλέα καὶ τῶν Ὁμηριτῶν πολλοὺς ἔκτεινεν, ἄλλον τε αὐτόθι Χριστιανὸν βασιλέα καταστησάμενος, Ὁμηρίτην μὲν γένος, ὄνομα δὲ Ἐσιμιφαῖον, φόρον τε αὐτῷ τάξας Αἰθίοψι φέρειν ἀνὰ πᾶν ἔτος, ἐπ’ οἴκου ἀνεχώρησε.
20.2
τούτου τοῦ Αἰθιόπων στρατοῦ δοῦλοί τε πολλοὶ καὶ ὅσοι ἐπιτηδείως ἐς τὸ κακουργεῖν εἶχον τῷ μὲν βασιλεῖ ἕπεσθαι οὐδαμῆ ἤθελον, αὐτοῦ δὲ ἀπολειπόμενοι ἔμενον ἐπιθυμίᾳ τῆς Ὁμηριτῶν χώρας· ἀγαθὴ γὰρ ὑπερφυῶς ἐστιν.
20.3
Οὗτος ὁ λεὼς χρόνῳ οὐ πολλῷ ὕστερον ξὺν ἑτέροις τισὶν Ἐσιμιφαίῳ τῷ βασιλεῖ ἐπαναστάντες, αὐτὸν μὲν ἔν τινι τῶν ἐκείνῃ φρουρίων καθεῖρξαν, ἕτερον δὲ Ὁμηρίταις βασιλέα κατεστήσαντο,
20.4
Ἄβραμον ὄνομα. ὁ δὲ Ἄβραμος οὗτος Χριστιανὸς μὲν ἦν, δοῦλος δὲ Ῥωμαίου ἀνδρὸς ἐν πόλει Αἰθιόπων Ἀδούλιδι ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ διατριβὴν ἔχοντος.
20.5
ἃ δὴ Ἑλλησθεαῖος μαθὼν τίσασθαί τε Ἄβραμον ὁμοῦ τοῖς ξὺν αὐτῷ ἐπαναστᾶσι τῆς ἐς τὸν Ἐσιμιφαῖον ἀδικίας ἐν σπουδῇ ἔχων, στράτευμά τε τρισχιλίων ἀνδρῶν καὶ ἄρχοντα τῶν τινα ξυγγενῶν τῶν αὑτοῦ ἐπ’ αὐτοὺς ἔπεμψεν.