Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

19.34 καίτοι καὶ νῆσόν τινα ἐν ποταμῷ Νείλῳ ἄγχιστά πη τῆς Ἐλεφαντίνης πόλεως εὑρὼν ὁ βασιλεὺς οὗτος φρούριόν τε ταύτῃ δειμάμενος ὀχυρώτατον, κοινούς τινας ἐνταῦθα νεώς τε καὶ βωμοὺς Ῥωμαίοις τε καὶ τούτοις δὴ κατεστήσατο τοῖς βαρβάροις, καὶ ἱερεῖς ἑκάστων ἐν τῷ φρουρίῳ τούτῳ ἱδρύσατο, ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος.
19.35 διὸ δὴ καὶ Φίλας ἐπωνόμασε τὸ χωρίον. ἄμφω δὲ ταῦτα τὰ ἔθνη, οἵ τε Βλέμυες καὶ οἱ Νοβάται, τούς τε ἄλλους θεοὺς οὕσπερ Ἕλληνες νομίζουσι πάντας, καὶ τήν τε Ἶσιν τόν τε Ὄσιριν σέβουσι, καὶ οὐχ ἥκιστά γε τὸν Πρίαπον.
19.36 οἱ μέντοι Βλέμυες καὶ ἀνθρώπους τῷ ἡλίῳ θύειν εἰώθασι. ταῦτα δὲ τὰ ἐν Φίλαις ἱερὰ οὗτοι δὴ οἱ βάρβαροι καὶ ἐς ἐμὲ εἶχον, ἀλλὰ βασιλεὺς αὐτὰ Ἰουστινιανὸς καθελεῖν ἔγνω.
19.37 Ναρσῆς γοῦν, Περσαρμένιος γένος, οὗ πρόσθεν ἅτε ηὐτομοληκότος ἐς Ῥωμαίους ἐμνήσθην, τῶν ἐκείνῃ στρατιωτῶν ἄρχων τά τε ἱερὰ καθεῖλε, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τοὺς μὲν ἱερεῖς ἐν φυλακῇ ἔσχε, τὰ δὲ ἀγάλματα ἐς Βυζάντιον ἔπεμψεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme