Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

18.50 τῇ δὲ ὑστεραίᾳ Ῥωμαῖοι μὲν ὁλκάδων σφίσιν ἐκ Καλλινίκου πόλεως παραγενομένων πολλῶν ἐς αὐτὴν ἐκομίσθησαν, Πέρσαι δὲ τοὺς νεκροὺς ἐσκυλευκότες ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν. οὐ μὴν τοὺς σφετέρους νεκροὺς τῶν πολεμίων ἐλάσσους εὗρον.
18.51 Ἀζαρέθης δέ, ἐπεὶ ξὺν τῷ στρατῷ ἐς Πέρσας ἀφίκετο, καίπερ ἐν τῇ μάχῃ εὐημερήσας, ἀχαρίστου Καβάδου μάλιστα ἔτυχεν ἐξ αἰτίας τοιᾶσδε.
18.52 νόμος ἐστὶ Πέρσαις, ἡνίκα ἐπὶ τῶν πολεμίων τινὰς στρατεύεσθαι μέλλωσι, τὸν μὲν βασιλέα ἐπὶ θρόνου τοῦ βασιλείου καθῆσθαι, κοφίνους δέ οἱ πολλοὺς ἐνταῦθά πη εἶναι, καὶ παρεῖναι μὲν τὸν στρατηγὸν ὃς δὴ τῷ στρατῷ ἐπὶ τοὺς ἐναντίους ἐξηγήσεσθαι ἐπίδοξός ἐστι, παριέναι δὲ τὸ στράτευμα τοῦτο ἐς τοῦ βασιλέως τὴν ὄψιν κατ’ ἄνδρα ἕνα, καὶ αὐτῶν ἕκαστον βέλος ἓν ἐς τὰς ταρπὰς ῥιπτεῖν, μετὰ δὲ αὐτὰς μὲν τῇ βασιλέως σφραγῖδι κατασεσημασμένας φυλάττεσθαι, ἐπειδὰν δὲ ἐς Πέρσας ἐπανίοι τὸ στράτευμα τοῦτο, τῶν στρατιωτῶν ἕκαστον ἐκ τῶν ἀρρίχων ἓν ἀναιρεῖσθαι βέλος.
18.53 ἀριθμοῦντες οὖν τῶν βελῶν ὅσα πρὸς τῶν ἀνδρῶν οὐκ ἀνῄρηται, οἷς ἐπίκειται ἡ τιμὴ αὕτη, ἀγγέλλουσι τῷ βασιλεῖ τὸ πλῆθος τῶν οὐκ ἐπανηκόντων στρατιωτῶν, ταύτῃ τε ὅσοι ἐν τῷ πολέμῳ τετελευτήκασιν ἔνδηλοι γίνονται.
18.54 οὕτω μὲν οὖν Πέρσαις ὁ νόμος ἐκ παλαιοῦ ἔχει. ἐπεὶ δὲ Ἀζαρέθης ἐς ὄψιν τῷ βασιλεῖ ἦλθεν, ἀνεπυνθάνετο αὐτοῦ ὁ Καβάδης εἴ τι χωρίον παραστησάμενος Ῥωμαϊκὸν ἥκοι, ἐπεὶ ξὺν τῷ Ἀλαμουνδάρῳ ὡς Ἀντιόχειαν καταστρεψόμενος ἐπὶ Ῥωμαίους στρατεύσειεν. ὁ δὲ Ἀζαρέθης χωρίον μὲν ἑλεῖν οὐδὲν ἔφασκε, Ῥωμαίους δὲ καὶ Βελισάριον μάχῃ νενικηκέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme