Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

18.37 οἱ γοῦν Πέρσαι διαρρήξαντες οὕτω τὴν τῶν ἐναντίων παράταξιν, κατὰ νώτου εὐθὺς τῆς Ῥωμαίων ἵππου ἐγένοντο. Ῥωμαῖοι δὲ κεκμηκότες ἤδη τῇ τε ὁδῷ καὶ τῷ πόνῳ τῆς μάχης νήστεις τε ἅπαντες ἐς τόδε τῆς ἡμέρας ὄντες, καὶ πρὸς τῶν πολεμίων ἑκατέρωθεν ἐνοχλούμενοι, οὐκέτι ἀντεῖχον, ἀλλ’ οἱ μὲν πολλοὶ φεύγοντες ἀνὰ κράτος ἐς τοῦ ποταμοῦ τὰς νήσους ἄγχιστά που οὔσας ἐχώρησαν, τινὲς δὲ καὶ αὐτοῦ μένοντες ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους εἰργάσαντο.
18.38 ἐν τοῖς καὶ Ἀσκὰν ἦν, ὃς δὴ πολλοὺς μὲν κτείνας τῶν ἐν Πέρσαις δοκίμων, κρεουργηθεὶς δὲ κατὰ βραχὺ μόλις ἔπεσε, λόγον αὑτοῦ πολὺν τοῖς πολεμίοις ἀπολιπών. καὶ ξὺν αὐτῷ ἄλλοι ὀκτακόσιοι ἄνδρες ἀγαθοὶ γενόμενοι ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, οἵ τε Ἴσαυροι ξὺν τοῖς ἄρχουσι σχεδὸν ἅπαντες, οὐδὲ ὅπλα ἀνταίρειν τοῖς πολεμίοις τολμήσαντες.
18.39 ἀπειρίᾳ γὰρ τοῦ ἔργου τούτου πολλῇ εἴχοντο, ἐπεὶ ἄρτι τῆς γεωργίας ἀφέμενοι ἐς κίνδυνον πολέμου κατέστησαν,
18.40 ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καίτοι μάλιστα πάντων αὐτοὶ ἔναγχος ἐς τὴν μάχην ἀγνοίᾳ πολέμου ὀργῶντες Βελισαρίῳ τότε τὴν δειλίαν ὠνείδιζον. οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν.
18.41 Βελισάριος δὲ ξὺν ὀλίγοις τισὶν ἐνταῦθα μείνας, τέως μὲν τοὺς ἀμφὶ τὸν Ἀσκὰν ἀντέχοντας ἑώρα, καὶ αὐτὸς ξὺν τοῖς παροῦσι τοὺς πολεμίους ἠμύνατο·
18.42 ἐπεὶ δὲ αὐτῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ὅπη ἐδύναντο ἐς φυγὴν ὥρμηντο, τότε δὴ καὶ αὐτὸς ξὺν τοῖς ἑπομένοις φυγὼν ἐς τῶν πεζῶν τὴν φάλαγγα ἦλθεν, οἳ ξὺν τῷ Πέτρῳ ἔτι ἐμάχοντο, οὐ πολλοὶ ὄντες, ἐπεὶ καὶ αὐτῶν ἔτυχον φυγόντες οἱ πλεῖστοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme