Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

17.36 ἔνθα δὴ καὶ πόλιν Ἀντιόχειαν εἶναί φασι, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ πρώτην πόλεων ἁπασῶν τῶν ἐν τοῖς ἑῴοις Ῥωμαίοις οὖσαν· ἣ δὴ ἀφύλακτός τε καὶ στρατιωτῶν ἔρημός ἐστιν.
17.37 οὐ γὰρ ἄλλου οὐδενὸς τῷ ταύτης δήμῳ ὅτι μὴ πανηγύρεών τε καὶ τρυφῆς μέλει καὶ τῆς ἐν θεάτροις ἀεὶ πρὸς ἀλλήλους φιλονεικίας.
17.38 ὥστε ἢν ἐκ τοῦ ἀπροσδοκήτου ἐπ’ αὐτοὺς ἴωμεν, τήν τε πόλιν αἱρήσειν ἡμᾶς ἐξ ἐπιδρομῆς οὐδὲν ἀπεικὸς καὶ μηδενὶ ἐντυχόντας πολεμίων στρατῷ εἶτα ἐπανελθεῖν ἐς τὰ Περσῶν ἤθη, οὔπω πεπυσμένων τὰ ξυμπεσόντα τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν.
17.39 ὕδατος δὲ ἢ ἄλλου του τῶν ἐπιτηδείων ἀπορίας πέρι μηδέν σε εἰσίτω· ἐγὼ γὰρ τῷ στρατῷ ἐξηγήσομαι ὅπη ἂν δοκῇ ἄριστα εἶναι.”
17.40 Ταῦτα ἀκούσας Καβάδης οὔτε ἀντιτείνειν οὔτε ἀπιστεῖν εἶχεν. ἦν γὰρ Ἀλαμούνδαρος ξυνετώτατός τε καὶ τῆς κατὰ πόλεμον ἐμπειρίας εὖ ἥκων, Πέρσαις τε πιστὸς ἐς τὰ μάλιστα καὶ διαφερόντως δραστήριος, ὃς δὴ ἐς πεντήκοντα ἐνιαυτῶν χρόνον ἐς γόνυ ἐλθεῖν τὰ Ῥωμαίων ἐποίησε πράγματα.
17.41 ἐκ γὰρ τῶν Αἰγύπτου ὁρίων ἀρξάμενος καὶ μέχρι ἐς Μεσοποταμίαν ληιζόμενος τὰ ἐκείνῃ χωρία, ἦγέ τε καὶ ἔφερεν ἐφεξῆς ἅπαντα, καίων τε τὰς ἐν ποσὶν οἰκοδομίας καὶ τοὺς ἀνθρώπους κατὰ πολλὰς ἀεὶ μυριάδας ἀνδραποδίζων, καὶ αὐτῶν τοὺς μὲν πλείστους ἀποκτείνων οὐδενὶ λόγῳ, τοὺς δὲ ἄλλους ἀποδιδόμενος χρημάτων μεγάλων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme