Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

17.30 καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ Ἀλαμούνδαρος ὁ τῶν Σαρακηνῶν βασιλεὺς προσελθὼν εἶπεν “Οὐ πάντα, ὦ δέσποτα, χρεών ἐστι πιστεύειν τῇ τύχῃ οὐδὲ τοὺς πολέμους οἴεσθαι δεῖν κατορθοῦν ἅπαντας. οὐδὲ γὰρ εἰκὸς τοῦτό γε οὐδὲ ἄλλως ἀνθρώπειον, ἀλλὰ καὶ ἀξύμφορος αὕτη μάλιστα τοῖς αὐτῇ ἐχομένοις ἡ ἔννοιά ἐστι.
17.31 τοὺς γὰρ ἅπαντα σφίσιν ἐλπίσαντας τἀγαθὰ ἔσεσθαι σφαλέντας ποτέ, ἂν οὕτω τύχοι, ἡ ἐλπὶς οὐ δέον ἡγησαμένη τοῦ προσήκοντος μᾶλλον ἠνίασε.
17.32 διὸ δὴ οὐκ ἔχοντες ἀεὶ ἐπὶ τῇ τύχῃ τὸ θαρρεῖν ἄνθρωποι οὐκ ἐκ τοῦ εὐθέος ἐς κίνδυνον πολέμου καθίστανται, κἂν τῷ παντὶ τῶν πολεμίων ὑπεραίρειν αὐχῶσιν, ἀλλ’ ἀπάτῃ τε καὶ μηχαναῖς τισι περιελθεῖν τοὺς ἐναντίους ἐν σπουδῇ ἔχουσιν.
17.33 οἷς γὰρ ἐκ τοῦ ἀντιπάλου ὁ κίνδυνός ἐστιν οὐκ ἐν βεβαίῳ τὰ τῆς νίκης χωρεῖ. νῦν οὖν μήτε οἷς Μιρράνης ἠτύχησεν οὕτω περιώδυνος, ὦ βασιλέων βασιλεῦ, γίνου, μήτε αὖθις ἀποπειράσασθαι βούλου τῆς τύχης.
17.34 Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας, ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης, αἵ τε πόλεις ὀχυρώταταί εἰσι πασῶν μάλιστα καὶ στρατιωτῶν πλῆθος οἷον οὐ πώποτε πρότερον τανῦν ἔχουσιν, ὥστε ἡμῖν αὐτόσε ἰοῦσιν οὐκ ἐν τῷ ἀσφαλεῖ τὰ τῆς ἀγωνίας γενήσεται, ἐν μέντοι τῇ χώρᾳ, ἣ ἐκτὸς Εὐφράτου ποταμοῦ τυγχάνει οὖσα, καὶ τῇ ταύτης ἐχομένῃ Συρίᾳ οὔτε πόλεως ὀχύρωμα οὔτε στράτευμα λόγου ἄξιόν ἐστι.
17.35 ταῦτα γὰρ πολλάκις πρὸς τῶν ἐπὶ κατασκοπῇ ἐς ταύτας ἐσταλμένων Σαρακηνῶν ἤκουσα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme