Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

15.25 προσποιήσασθαι παντελῶς ἴσχυσε. τήν τε γὰρ δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες ἐς καταλόγους αὑτοὺς Ῥωμαϊκοὺς ἐσεγράψαντο, καὶ τὸ λοιπὸν ξὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξίασι. τήν τε δόξαν ἐπὶ τὸ εὐσεβέστερον μετέθεντο, ἅπαντες Χριστιανοὶ γεγενημένοι. τὰ μὲν οὖν ἀμφὶ τοῖς Τζάνοις ταύτῃ πη ἔσχεν.
15.26 ʽΥπερβάντι δὲ τὰ αὐτῶν ὅρια φάραγξ ἐστὶ βαθεῖά τε καὶ λίαν κρημνώδης, μέχρι ἐς τὰ Καυκάσια ὄρη διήκουσα. ἐνταῦθα χωρία τε πολυανθρωπότατά ἐστι καὶ ἄμπελός τε καὶ ἡ ἄλλη ὀπώρα διαρκῶς φύεται.
15.27 καὶ μέχρι μὲν ἐς τριῶν ἡμερῶν ὁδὸν μάλιστα Ῥωμαίοις ἡ φάραγξ αὕτη ὑποτελὴς τυγχάνει οὖσα, τὸ δὲ ἐνθένδε οἱ Περσαρμενίων ὅροι ἐκδέχονται, οὗ δὴ καὶ τὸ τοῦ χρυσοῦ μέταλλόν ἐστιν ὅπερ Καβάδου δόντος ἐπετρόπευε τῶν τις ἐπιχωρίων Συμεώνης ὄνομα.
15.28 οὗτος ὁ Συμεώνης, ἐπειδὴ ἀμφοτέρους ἐς τὸν πόλεμον ἀκμάζοντας εἶδε, Καβάδην τῆς τῶν χρημάτων προσόδου ἀποστερεῖν ἔγνω.
15.29 διὸ δὴ αὑτόν τε καὶ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς οὐδετέροις τὸν ἐκ τοῦ μετάλλου χρυσὸν ἀποφέρειν ἠξίου.
15.30 Ῥωμαῖοι μὲν γὰρ οὐδὲν ἔπραττον, ἀποχρῆν σφίσιν ἡγούμενοι ἀπολωλέναι τοῖς πολεμίοις τὴν ἐνθένδε φοράν, Πέρσαι δὲ οὐχ οἷοί τε ἦσαν ἀκόντων Ῥωμαίων τοὺς ταύτῃ ᾠκημένους ἀντιστατούσης τῆς δυσχωρίας βιάζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme