Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

15.19 ἐτύγχανον δὲ καὶ ὀλίγῳ πρότερον καταστρεψάμενοι τὸ Τζανικὸν ἔθνος, οἳ ἐν γῇ τῇ Ῥωμαίων αὐτόνομοι ἐκ παλαιοῦ ἵδρυντο· ἅπερ αὐτίκα ὅντινα ἐπράχθη τρόπον λελέξεται.
15.20 Ἐκ τῶν Ἀρμενίας χωρίων ἐς Περσαρμενίαν ἰόντι ἐν δεξιᾷ μὲν ὁ Ταῦρός ἐστιν, ἔς τε Ἰβηρίαν καὶ τὰ ἐκείνῃ ἔθνη διήκων, ὥσπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, ἐν ἀριστερᾷ δὲ κατάντης μὲν ἐπὶ πλεῖστον ἀεὶ προϊοῦσα ἡ ὁδὸς γίνεται, καὶ ὄρη ἀποκρέμαται λίαν ἀπότομα νεφέλαις τε καὶ χιόσι κεκαλυμμένα τὸν πάντα αἰῶνα,
15.21 ἔνθεν ἐξιὼν ποταμὸς Φᾶσις φέρεται ἐς γῆν τὴν Κολχίδα. ταύτῃ τὸ ἐξ ἀρχῆς βάρβαροι, τὸ Τζανικὸν ἔθνος, οὐδενὸς κατήκοοι ᾤκηντο, Σάνοι ἐν τοῖς ἄνω χρόνοις καλούμενοι, λῃστείαις μὲν χρώμενοι ἐς τοὺς περιοίκους Ῥωμαίους, δίαιταν δὲ σκληρὰν ὑπερφυῶς ἔχοντες καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες· οὐ γάρ τι ἐς βρῶσιν αὐτοῖς ἀγαθὸν ἡ γῆ ἔφερε.
15.22 διὸ δὴ αὐτοῖς χρυσίον τακτὸν ἀνὰ πᾶν ἔτος ὁ Ῥωμαίων βασιλεὺς ἔπεμπεν, ἐφ’ ᾧ δὴ μήποτε ληίσονται τὰ ἐκείνῃ χωρία.
15.23 οἱ δὲ καὶ ὅρκους τοὺς σφίσι πατρίους ὑπὲρ τούτων ὀμνύντες καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιούμενοι ἀπροσδόκητοί τε ἐμπίπτοντες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐκακούργουν οὐκ Ἀρμενίους μόνον, ἀλλὰ καὶ τοὺς αὐτῶν ἐχομένους Ῥωμαίους μέχρι ἐς θάλασσαν, δι’ ὀλίγου τε τὴν ἔφοδον πεποιημένοι εὐθὺς ἐπ’ οἴκου ἀπεκομίζοντο.
15.24 καὶ Ῥωμαίων ἴσως ἐντυχόντες στρατῷ ἡσσῶντο μὲν τῇ μάχῃ, ἁλώσιμοι δὲ παντάπασιν οὐκ ἐγίνοντο χωρίων ἰσχύϊ. μάχῃ τοίνυν ὁ Σίττας αὐτοὺς πρὸ τοῦδε τοῦ πολέμου νικήσας, ἐπαγωγά τε πολλὰ ἐς αὐτοὺς εἰπών τε καὶ πράξας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme