Book 1
14.54
μακροῦ γὰρ χρόνου Ῥωμαίων τῇ μάχῃ ἐκείνῃ τῇ ἡμέρᾳ ἡσσήθησαν Πέρσαι. οὕτω μὲν ἀπ’ ἀλλήλων ἑκάτεροι διεκρίθησαν.
14.55
Πέρσαι δὲ οὐκέτι μάχην ἐκ τοῦ εὐθέος ἐς Ῥωμαίους διενεγκεῖν ἤθελον. ἐγένοντο μέντοι ἀμφοτέροις τινὲς ἐξ ἐπιδρομῆς ἔφοδοι, ἐν αἷς οὐκ ἔλασσον Ῥωμαῖοι ἔσχον. τὰ μὲν οὖν στρατόπεδα ἐν Μεσοποταμίᾳ τῇδε ἐφέρετο.
15.1
Καβάδης δὲ ἄλλο στράτευμα ἐς Ἀρμενίαν τὴν Ῥωμαίων κατήκοον ἔπεμψε. τὸ δὲ στράτευμα τοῦτο Περσαρμενίων τε καὶ Σουνιτῶν ἦσαν, οἳ δὴ Ἀλανοῖς εἰσιν ὅμοροι. Οὖννοί τε αὐτοῖς οἱ Σάβειροι καλούμενοι τρισχίλιοι ξυνῆσαν, μαχιμώτατον ἔθνος.
15.2
στρατηγὸς δὲ Μερμερόης, Πέρσης ἀνήρ, ἅπασιν ἐφειστήκει. οἵπερ ἐπειδὴ Θεοδοσιουπόλεως τριῶν ἡμερῶν ὁδῷ διεῖχον, ἐνστρατοπεδευσάμενοί τε ἔμενον ἐν Περσαρμενίων τῇ χώρᾳ καὶ τὰ ἐς τὴν ἐσβολὴν ἐξηρτύοντο.
15.3
ἐτύγχανε δὲ Ἀρμενίας μὲν στρατηγὸς Δωρόθεος ὤν, ἀνὴρ ξυνετός τε καὶ πολέμων πολλῶν ἔμπειρος. Σίττας δὲ ἀρχὴν μὲν τὴν στρατηγίδα ἐν Βυζαντίῳ εἶχε, παντὶ δὲ τῷ ἐν Ἀρμενίοις στρατῷ ἐφειστήκει.
15.4
οἳ δὴ στράτευμα πολεμίων γνόντες ἐν Περσαρμενίοις ἀγείρεσθαι, δορυφόρους δύο εὐθὺς ἔπεμψαν ἐφ’ ᾧ διασκοπήσαντες ἅπασαν σφίσι τῶν πολεμίων τὴν δύναμιν ἐσαγγείλωσιν.
15.5
ἄμφω τε ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων γενόμενοι καὶ ἅπαντα ἐς τὸ ἀκριβὲς κατανοήσαντες ἀπηλλάσσοντο.
15.6
ὁδῷ τε ἰόντες ἔς τι τῶν ἐκείνῃ χωρίων Οὔννοις πολεμίοις ἀπροσδόκητοι ἐντυγχάνουσιν. ὑφ’ ὧν ἅτερος μέν, Δάγαρις ὄνομα, δεθεὶς ἐζωγρήθη, ὁ δὲ δὴ ἄλλος φυγεῖν τε ἴσχυσε καὶ τοῖς στρατηγοῖς τὸν πάντα λόγον ἀπήγγειλεν.