Book 1
13.31
διὸ δὴ καὶ τῷ στρατῷ εἵπετο, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, γένος δὲ Βυζάντιος ἦν. οὗτος ἐθάρσησε μόνος, οὔτε Βούζου οὔτε ἄλλου ὁτουοῦν ἐπαγγείλαντος, αὐτόματος τῷ ἀνθρώπῳ ἐς μονομαχίαν ἐπεξιέναι. φθάσας δὲ τὸν βάρβαρον ἔτι περισκοπούμενον ὅπη ὁρμήσεται, παρὰ μαζὸν τὸν δεξιὸν τῷ δόρατι παίει.
13.32
ὁ δὲ πληγὴν ἀνδρὸς ἰσχυροῦ λίαν οὐκ ἐνεγκὼν ἐκ τοῦ ἵππου ἐς ἔδαφος πίπτει. καὶ αὐτὸν Ἀνδρέας μαχαίρᾳ τινὶ βραχείᾳ ὥσπερ ἱερεῖον ὑπτίως κείμενον ἔθυσε, κραυγή τε ὑπερφυὴς ἔκ τε τοῦ περιβόλου καὶ τοῦ Ῥωμαίων στρατοπέδου ἤρθη.
13.33
Πέρσαι δὲ τῷ γεγονότι περιαλγήσαντες ἕτερον εἰς τὴν αὐτὴν πρᾶξιν ἱππέα καθῆκαν, ἀνδρεῖον μὲν καὶ μεγέθους σώματος πέρι εὖ ἥκοντα, οὐ νεανίαν δέ, ἀλλὰ καί τινας τῶν ἐν τῇ κεφαλῇ τριχῶν πολιὸν ὄντα.
13.34
ὃς δὴ παρὰ τὸ τῶν πολεμίων στράτευμα ἐπιών, ἐπὶ πλεῖστον δὲ τὴν μάστιγα σείων ᾗ παίειν τὸν ἵππον εἰώθει, Ῥωμαίων τὸν βουλόμενον ἐς μάχην ἐκάλει.
13.35
οὐδενὸς δέ οἱ ἐπεξιόντος, Ἀνδρέας αὖθις ἅπαντας λαθὼν ἐς μέσον ἦλθε, καίπερ αὐτῷ πρὸς τοῦ Ἑρμογένους ἀπειρημένον.
13.36
ἄμφω γοῦν τοῖς δόρασιν ἐς ἀλλήλους θυμῷ πολλῷ ἐχόμενοι ὥρμησαν, καὶ τά τε δόρατα τοῖς θώραξιν ἐρεισθέντα δεινῶς ἀπεκρούσθη οἵ τε ἵπποι ἐς τὰς κεφαλὰς ἀλλήλοις συγκρούσαντες ἔπεσόν τε αὐτοὶ καὶ τοὺς ἐπιβάτας ἀπέβαλον.