Book 1
11.5
Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεγόνει, ὑπερηγάπα μὲν ὁ πατήρ, ὁρῶν δὲ Πέρσας σχεδόν τι εἰπεῖν ἅπαντας τεθηπότας τὴν Ζάμου ἀνδρείαν ʽἦν γὰρ ἀγαθὸς τὰ πολέμιἀ καὶ τὴν ἄλλην ἀρετὴν σέβοντας, ἔδεισε μὴ Χοσρόῃ ἐπαναστάντες ἔργα ἀνήκεστα ἐς τὸ γένος καὶ τὴν βασιλείαν ἐργάσωνται.
11.6
ἔδοξεν οὖν αὐτῷ ἄριστον εἶναι τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ’ ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο· οὕτω γάρ οἱ μόνως τὸ ὀχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν.
11.7
ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα, ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα, ἐκεῖνο εἰδώς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε, προσόντος αὐτοῖς τοῦ δικαίου, εἶτα ἐλασσούμενοι ἑκόντες εἶναι τῶν φίλων ἡσσῶνται.
11.8
χάριν μέντοι αἰτοῦμαί σε ὑπὲρ τούτων τινά, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενὲς συνδέουσα καὶ τὴν ἀπ’ αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν, ἐς κόρον δή που τῶν τῆς εἰρήνης ἀγαθῶν καταστήσασθαι ἱκανὴ εἴη.
11.9
λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο.”
11.10
Ταῦτα ἐπεὶ ἀπενεχθέντα Ἰουστῖνος βασιλεὺς εἶδεν, αὐτός τε περιχαρὴς ἐγένετο καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι ἐπίδοξος ἦν.