Book 1
10.17
τότε μὲν οὖν Ἀναστάσιος τὰ μὲν ἀπειλῶν, τὰ δὲ φιλίαν τε τὴν ἐς αὐτὸν προτεινόμενος καὶ χρήμασιν οὐ φαύλοις δωρούμενος, παρακρούεσθαί τε καὶ τὴν αἰτίαν ἐκλύειν ἤθελε.
10.18
καὶ πόλιν δὲ ἄλλην ταύτῃ ὁμοίαν ἐν Ἀρμενίοις ὁ βασιλεὺς οὗτος ἀγχοτάτω ἐδείματο τῶν Περσαρμενίας ὁρίων, ἣ κώμη μὲν ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, πόλεως δὲ ἀξίωμα μέχρι ἐς τὸ ὄνομα πρὸς Θεοδοσίου βασιλέως λαβοῦσα ἐπώνυμος αὐτοῦ ἐγεγόνει.
10.19
ἀλλ’ Ἀναστάσιος τείχει αὐτὴν ὀχυρωτάτῳ περιβαλὼν πράγματα Πέρσαις οὐδέν τι ἧσσον ἢ διὰ τῆς ἑτέρας παρέσχετο· ἐπιτειχίσματα γὰρ αὐτῶν τῇ χώρᾳ γέγονεν ἄμφω.
11.1
Ἀναστασίου δὲ ὀλίγῳ ὕστερον τελευτήσαντος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, ἀπεληλαμένων αὐτῆς τῶν Ἀναστασίου ξυγγενῶν ἁπάντων, καίπερ πολλῶν τε καὶ λίαν ἐπιφανῶν ὄντων.
11.2
τότε δὴ μέριμνά τις Καβάδῃ ἐγένετο μή τι Πέρσαι νεωτερίσωσιν ἐς τὸν αὑτοῦ οἶκον, ἐπειδὰν τάχιστα αὐτὸς τελευτήσῃ τὸν βίον, ἐπεὶ οὐδὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων τινὰ παραπέμψαι τὴν ἀρχὴν ἔμελλε.
11.3
τῶν γάρ οἱ παίδων τὸν πρεσβύτατον Καόσην τῆς μὲν ἡλικίας ἕνεκα ἐς τὴν βασιλείαν ὁ νόμος ἐκάλει, ἀλλὰ Καβάδην οὐδαμῆ ἤρεσκεν. ἐβιάζετο δὲ τήν τε φύσιν καὶ τὰ νόμιμα ἡ τοῦ πατρὸς γνώμη.
11.4
Ζάμην δέ, ὃς τὰ δευτερεῖα ἐφέρετο, τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐκκεκομμένον ἐκώλυεν ὁ νόμος. ἑτερόφθαλμον γὰρ ἢ ἄλλῃ τινὶ λώβῃ ἐχόμενον οὐ θέμις Πέρσαις βασιλέα καθίστασθαι.