Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

7.35 τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν, ὅ τε Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔργα ἐς αὐτοὺς ἐπεδείξατο ἀρετῆς ἄξια· φόρους τε γὰρ τοὺς ἐπετείους ἐς ἔτη ἑπτὰ ξύμπαντας ἀφῆκε τῇ πόλει καὶ αὐτοὺς κοινῇ τε καὶ ἰδίᾳ ἕκαστον πολλοῖς τισιν ἀγαθοῖς ἐδωρήσατο, ὥστε αὐτοῖς λήθην τῶν ξυμβεβηκότων πολλὴν γενέσθαι. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
8.1 Τότε δὲ βασιλεὺς Ἀναστάσιος πολιορκεῖσθαι μαθὼν Ἄμιδαν στράτευμα κατὰ τάχος διαρκὲς ἔπεμψεν. ἄρχοντες δὲ ἦσαν μὲν κατὰ συμμορίαν ἑκάστων, στρατηγοὶ δὲ ἅπασιν ἐφεστήκεσαν τέσσαρες, Ἀρεόβινδός τε, Ὀλυβρίου κηδεστής, τοῦ ἐν τῇ ἑσπερίᾳ βεβασιλευκότος ὀλίγῳ πρότερον,
8.2 τῆς ἑῴας δὲ τότε στρατηγὸς ἐτύγχανεν ὤν· καὶ τῶν ἐν παλατίῳ ταγμάτων ἀρχηγὸς Κέλερ ʽμάγιστρον Ῥωμαῖοι τὴν ἀρχὴν καλεῖν νενομίκασιν̓· ἔτι μὴν καὶ οἱ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν ἄρχοντες, Πατρίκιός τε ὁ Φρὺξ καὶ Ὑπάτιος ὁ βασιλέως ἀδελφιδοῦς· οὗτοι μὲν τέσσαρες στρατηγοὶ ἦσαν.
8.3 ξυνῆν δὲ αὐτοῖς καὶ Ἰουστῖνος, ὃς δὴ ὕστερον Ἀναστασίου τελευτήσαντος ἐβασίλευσε, καὶ Πατρικιόλος ξὺν Βιταλιανῷ τῷ παιδί, ὃς ὅπλα ἀντάρας Ἀναστασίῳ βασιλεῖ οὐ πολλῷ ὕστερον ἐτυράννησε, καὶ Φαρεσμάνης Κόλχος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, καὶ Γοδίδισκλός τε καὶ Βέσσας, Γότθοι ἄνδρες, Γότθων τῶν οὐκ ἐπισπομένων Θευδερίχῳ ἐς Ἰταλίαν ἐκ Θρᾴκης ἰόντι, γενναίω τε ὑπερφυῶς ἄμφω καὶ τῶν κατὰ τὸν πόλεμον πραγμάτων ἐμπείρω, ἄλλοι τε πολλοὶ καὶ ἄριστοι εἵποντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme