Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

7.28 ἀλλὰ Καβάδης αὐτὸς τὸν ἀκινάκην σπασάμενος καὶ αὐτῷ ἀεὶ δεδισσόμενος ἐς τὰς κλίμακας ὁρμῶν οὐκ ἀνίει τοὺς Πέρσας, θάνατός τε ἦν ἡ ζημία τοῖς ἐνθένδε ἀναστρέφειν τολμῶσι.
7.29 διὸ δὴ πλήθει πολλῷ οἱ Πέρσαι καθυπέρτεροι τῶν ἐναντίων γενόμενοι ἐνίκησάν τε αὐτοὺς τῇ μάχῃ καὶ κατὰ κράτος ἡ πόλις ἥλω ὀγδοηκοστῇ ἀπὸ τῆς πολιορκίας ἡμέρᾳ.
7.30 φόνος τε Ἀμιδηνῶν πολὺς ἐγεγόνει, ἕως ἐσελαύνοντι ἐς τὴν πόλιν Καβάδῃ τῶν τις Ἀμιδηνῶν γέρων τε καὶ ἱερεὺς προσελθὼν εἶπεν ὡς οὐ βασιλικὸν τὸ φονεύειν τοὺς ἡλωκότας εἴη.
7.31 Καβάδης μὲν οὖν θυμῷ ἔτι ἐχόμενος ἀπεκρίνατο, “Διὰ τί γάρ μοι πολεμεῖν ἔγνωτε;” ὁ δὲ ὑπολαβὼν αὐτίκα ἔφη, “Ὅτι δὴ ὁ θεὸς οὐχ ἡμετέρᾳ γνώμῃ, ἀλλὰ σῇ ἀρετῇ παραδιδόναι σοι Ἄμιδαν
7.32 ἤθελε.” τούτῳ τῷ λόγῳ Καβάδης ἡσθεὶς κτείνειν οὐδένα τὸ λοιπὸν εἴασεν, ἀλλὰ τά τε χρήματα ληίζεσθαι Πέρσας ἐκέλευε καὶ τοὺς περιόντας ἐν ἀνδραπόδων ποιεῖσθαι λόγῳ, καὶ αὑτῷ ἐξελέσθαι ἅπαντας αὐτῶν τοὺς δοκίμους ἐπέστελλεν.
7.33 Ὀλίγῳ δὲ ὕστερον χιλίους ἐπὶ τῇ φυλακῇ ἐνταῦθα λιπὼν ἄρχοντά τε αὐτοῖς ἐπιστήσας Γλώνην, ἄνδρα Πέρσην, καὶ τῶν Ἀμιδηνῶν ἀνθρώπους τινὰς ὀλίγους οἰκτρούς, οἳ δὴ ἐς τὴν δίαιταν ὑπηρετήσειν Πέρσαις ἔμελλον, αὐτὸς παντὶ τῷ ἄλλῳ στρατῷ τοὺς ἡλωκότας ἔχων ἐπ’ οἴκου ἀπήλαυνεν.
7.34 ἐς τούτους δὲ τοὺς αἰχμαλώτους φιλανθρωπίᾳ ἐχρήσατο βασιλεῖ πρεπούσῃ· χρόνου γὰρ ὀλίγου εἰς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκεν ἰέναι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme