Book 1
7.7
καὶ στέγος τι αὐτῷ ἐτεκτήναντο βραχὺ ὕπερθεν, ὅσον ὄμβρους τε καὶ νιφετοὺς ἀποκρούεσθαι. ἐνταῦθα οὗτος ὁ ἀνὴρ ἐκ παλαιοῦ καθῆστο, πνίγει μὲν ἢ ψύχει ὡς ἥκιστα εἴκων, σπέρμασι δέ τισιν ἀποζῶν, οἷσπερ οὐ καθ’ ἡμέραν, ἀλλὰ χρόνου πολλοῦ σιτίζεσθαι εἰώθει.
7.8
τοῦτον οὖν τὸν Ἰάκωβον τῶν τινες Ἐφθαλιτῶν καταθέοντες τὰ ἐκείνῃ χωρία εἶδον, καὶ τὰ τόξα σπουδῇ πολλῇ ἐντεινάμενοι βάλλειν ἤθελον. πᾶσι δὲ ἀκίνητοι αἱ χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον.
7.9
ὅπερ ἐπεὶ ἐν τῷ στρατοπέδῳ περιφερόμενον ἐς Καβάδην ἦλθεν, αὐτόπτης γενέσθαι τοῦ ἔργου ὁ Καβάδης ἐβούλετο, ἰδών τε ἐν θάμβει μεγάλῳ ξὺν Περσῶν τοῖς παροῦσιν ἐγίνετο, καὶ τὸν Ἰάκωβον ἐλιπάρει ἀφεῖναι τοῖς βαρβάροις τὸ ἔγκλημα. ὁ δὲ ἀφῆκέ τε λόγῳ ἑνὶ καὶ τὰ δεινὰ τοῖς ἀνθρώποις ἐλέλυντο.
7.10
Καβάδης μὲν οὖν· αἰτεῖν τὸν ἄνδρα ἐκέλευεν ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη, χρήματα οἰόμενος αὐτὸν μεγάλα αἰτήσειν, καί τι καὶ νεανιευσάμενος ὡς οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει.
7.11
ὁ δέ οἱ τοὺς ἀνθρώπους ἐδεῖτο χαρίζεσθαι ὅσοι ἐν τῷ πολέμῳ τούτῳ καταφεύγοντες παρ’ αὐτὸν ἵκωνται. ταύτην Καβάδης τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ γράμματα ἐδίδου τῆς ἀσφαλείας ἐνέχυρα. πολλοὶ γοῦν πανταχόθεν ξυρρέοντες ἐνταῦθα ἐσώζοντο· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. ταῦτα μὲν ὧδέ πη ἔσχε.
7.12
Καβάδης δὲ Ἄμιδαν πολιορκῶν κριὸν τὴν μηχανὴν πανταχόσε τοῦ περιβόλου προσέβαλε. καὶ Ἀμιδηνοὶ μὲν τὴν ἐμβολὴν ἀεὶ δοκοῖς τισιν ἐγκαρσίαις ἀνέστελλον, ὁ δὲ οὐκ ἀνῆκεν, ἕως ταύτῃ ἀνάλωτον εἶναι τὸ τεῖχος ἔγνω.