Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

5.38 καταβεβρεγμένοι τῇ εὐπαθείᾳ. τότε δὴ λέγουσι τὸν Ἀρσάκην εἰπεῖν ὡς ἡμέραν τὴν ἡδίστην διατελέσας ἐν ταύτῃ τε ξυγγενόμενος τῷ ποθεινοτάτῳ ἀνθρώπων ἁπάντων, οὐκ ἂν ἔτι ἑκών γε εἶναι ὑποσταίη τὰ φλαῦρα τοῦ βίου,
5.39 καὶ ταῦτα εἰπόντα μαχαίρᾳ ἑαυτὸν διαχειρίσασθαι ἥνπερ ἐν τῇ θοίνῃ ἐξεπίτηδες κεκλοφὼς ἔτυχεν, οὕτω τε αὐτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι.
5.40 τὰ μὲν οὖν κατὰ τοῦτον δὴ τὸν Ἀρσάκην ἡ τῶν Ἀρμενίων συγγραφὴ λέγει ταύτῃ, ᾗπερ ἐρρήθη, κεχωρηκέναι, καὶ τὸν νόμον τότε ἀμφὶ τῷ τῆς Λήθης φρουρίῳ λελύσθαι. ἐμοὶ δὲ ὅθενπερ ἐξέβην ἰτέον.
6.1 Καθειρχθέντα δὲ τὸν Καβάδην ἐθεράπευεν ἡ γυνὴ ἐσιοῦσά τε παρ’ αὐτὸν καὶ τὰ ἐπιτήδεια ἐσκομίζουσα· ἣν δὴ ὁ τῆς εἱρκτῆς ἄρχων πειρᾶν ἤρξατο· ἦν γὰρ τὴν ὄψιν ἐς τὰ μάλιστα εὐπρεπής.
6.2 ὅπερ ἐπεὶ ὁ Καβάδης παρὰ τῆς γυναικὸς ἔμαθεν, ἐκέλευσεν ἐνδιδόναι αὑτὴν τῷ ἀνθρώπῳ ὅ τι βούλοιτο χρῆσθαι. οὕτω δὴ τῇ γυναικὶ ἐς εὐνὴν ξυνελθὼν ὁ τοῦ φρουρίου ἄρχων ἠράσθη τε αὐτῆς ἔρωτα ἐξαίσιον οἷον,
6.3 καὶ ἀπ’ αὐτοῦ ξυνεχώρει παρὰ τὸν ἄνδρα τὰς εἰσόδους ποιεῖσθαι, ὅπη ἂν αὐτῇ βουλομένῃ εἴη, καὶ αὖθις ἐνθένδε ἀπαλλάσσεσθαι, οὐδενὸς ἐμποδὼν ἱσταμένου. ἦν δέ τις τῶν ἐν Πέρσαις λογίμων Σεόσης ὄνομα, Καβάδῃ ἐς τὰ μάλιστα φίλος,
6.4 ὃς ἀμφὶ τὸ φρούριον τοῦτο διατριβὴν εἶχε, καιροφυλακῶν εἴ πως αὐτὸν ἔνδοθεν ἐξελέσθαι δυνήσεται.
6.5 διά τε τῆς γυναικὸς τῷ Καβάδῃ ἐσήμαινεν ὡς ἵπποι τέ οἱ καὶ ἄνδρες ἐν παρασκευῇ τυγχάνουσιν ὄντες τοῦ φρουρίου οὐ μακρὰν ἄποθεν, δηλώσας τι χωρίον αὐτῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme