Book 1
5.30
Χρόνῳ δὲ ὕστερον τῶν τις Ἀρμενίων τῷ τε Ἀρσάκῃ ἐν τοῖς μάλιστα ἐπιτηδείων καί οἱ ἐπισπομένων ἐς τὰ Περσῶν ἤθη ἰόντι, Πέρσαις ἐπί τι ἔθνος ἰοῦσι βαρβαρικὸν ξυνεστράτευσεν· ὃς δὴ ἀνήρ τε ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ, ὁρῶντος Πακουρίου τὰ ποιούμενα, γέγονε καὶ τῆς νίκης αἰτιώτατος Πέρσαις.
5.31
διὸ δὴ αὐτὸν ὁ Πακούριος ὅ τι ἂν βούλοιτο αἰτεῖσθαι ἠξίου, ἰσχυρισάμενος ὅτι δὴ οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει.
5.32
ὁ δὲ ἄλλο οἱ οὐδὲν γενέσθαι ἠξίου ἢ ὥστε τὸν Ἀρσάκην ἐν ἡμέρᾳ μιᾷ θεραπεῦσαι ᾗ βούλοιτο.
5.33
τοῦτο τὸν βασιλέα ἠνίασε μὲν ἐς τὰ μάλιστα, εἰ λύειν νόμον οὕτω δὴ παλαιὸν ἀναγκάζοιτο, ὅπως μέντοι παντάπασιν ἀληθίζηται, ξυνεχώρει τὴν δέησιν ἐπιτελῆ γενέσθαι.
5.34
ἐπεὶ δὲ βασιλέως ἐπαγγείλαντος γέγονεν ἐν τῷ τῆς Λήθης φρουρίῳ, ἠσπάσατο μὲν τὸν Ἀρσάκην, ἄφμω δὲ ἀλλήλοιν περιβαλόντε ἐθρηνησάτην τε ἡδύν τινα θρῆνον καὶ ἀπολοφυραμένω τὴν παροῦσαν τύχην μόλις ἀπ’ ἀλλήλοιν διαλύειν τὰς αὑτοῦ χεῖρας ἑκάτερος ἔσχεν.
5.35
ἐπεὶ δὲ τῶν ὀδυρμῶν ἐς κόρον ἐλθόντες ἐπαύσαντο, ἔλουσε μὲν ὁ Ἀρμένιος τὸν Ἀρσάκην καὶ τἄλλα οὐκ ἀπημελημένως ἐκόσμησε, σχῆμα δὲ αὐτῷ περιθέμενος τὸ βασίλειον ἐπὶ στιβάδος ἀνέκλινεν.
5.36
ἐνταῦθά τε τοὺς παρόντας Ἀρσάκης βασιλικῶς εἱστία ᾗπερ εἰώθει τὰ πρότερα.
5.37
ἐν ταύτῃ τῇ θοίνῃ πολλοὶ μὲν ἐπὶ κύλικι λόγοι ἐλέχθησαν οἵπερ τὸν Ἀρσάκην ἱκανῶς ἤρεσκον, πολλὰ δὲ ἄλλα ἐς μέσον ἦλθεν ἅπερ αὐτῷ ἐν ἡδονῇ ἦν· μηκυνομένου τε τοῦ πότου ἄχρι ἐς νύκτα τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ ὑπερφυῶς ἥσθησαν, μόλις δὲ ἀλλήλων ἀπαλλαγέντες διελύθησαν,