Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

5.24 ὁ δὲ Ἀρσάκης, ἕως μὲν ἐν τῷ χώρῳ οἱ λόγοι ἐγίνοντο οὗ δὴ ὁ χοῦς ἐκ γῆς τῆς Περσίδος ἐπέκειτο, ἀπηρνεῖτό τε καὶ ὅρκοις τοῖς δεινοτάτοις πιστούμενος ἀνδράποδον ἰσχυρίζετο εἶναι Πακουρίου πιστόν·
5.25 ἐπειδὴ δὲ μεταξὺ λέγων ἐς τῆς σκηνῆς τὸ μέσον ἀφῖκτο, ἵνα δὴ κόπρου τῆς Ἀρμενίας ἐπέβησαν, ἐνταῦθα οὐκ οἶδα ὅτῳ ἀναγκασθεὶς λόγους μὲν τούτους ἐπὶ τὸ θρασύτερον ἐξαπιναίως μεταβιβάζει, ἀπειλῶν δὲ τῷ τε Πακουρίῳ καὶ Πέρσαις οὐκέτι ἀνίει, ἀλλὰ τίσασθαι αὐτοὺς ἐπηγγέλλετο ὕβρεως τῆσδε ἐπειδὰν αὐτὸς αὑτοῦ τάχιστα κύριος γένοιτο.
5.26 καὶ ταῦτα λέγων τε καὶ νεανιευόμενος ἐποιεῖτο τὸν περίπατον ὅλον, ἕως ἀναστρέψας ἐς κόπρον αὖθις τὴν ἐκ γῆς τῆς Περσίδος ἀφίκετο. ἐνταῦθα γὰρ πάλιν ὥσπερ τινὰ παλινῳδίαν ᾅδων ἱκέτης τε ἦν καὶ οἰκτρούς τινας τῷ Πακουρίῳ προὔφερε λόγους.
5.27 ἐπεὶ δὲ ἐς χοῦν αὖθις τὸν Ἀρμενίων ἦλθεν, ἐς τὰς ἀπειλὰς ἀπεχώρησε. καὶ πολλάκις οὕτω μεταβληθεὶς ἐφ’ ἑκάτερα ἔκρυψε τῶν οἱ ἀπορρήτων οὐδέν.
5.28 τότε δὴ οἱ μὲν μάγοι κατέγνωσαν αὐτοῦ ἔς τε τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἠδικηκέναι. Πακούριος δὲ Βασσικίου μὲν τὸ δέρμα ἐκδείρας ἀσκόν τε αὐτὸ πεποιημένος καὶ ἀχύρων ἐμπλησάμενος ὅλον ἀπεκρέμασεν ἐπὶ δένδρου τινὸς ὑψηλοῦ λίαν.
5.29 τὸν μέντοι Ἀρσάκην ʽἀποκτεῖναι γὰρ ἄνδρα τοῦ βασιλείου αἵματος ὄντα οὐδαμῆ εἶχεν’ ἐν τῷ τῆς Λήθης φρουρίῳ καθεῖρξε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme