Book 1
26.9
καὶ πρῶτα μὲν ἐν τῇ μεταύλῳ θύρᾳ τῶν δορυφόρων εὑρόντες ὀλίγους τινὰς εὐθὺς ἔκτειναν. ἔπειτα δὲ καὶ εἰς τὸν ἀνδρῶνα ἐσβάντες τοῦ τυράννου ἥπτοντο· τινὲς δέ φασιν οὐ τοὺς στρατιώτας αὐτὸ πρώτους εἰργάσθαι, ἀλλ’ αὐτῶν ἔτι μελλόντων τε ἐν τῇ μεταύλῳ καὶ κατωρρωδηκότων τὸν κίνδυνον, τῶν τινα ἀλλαντοπωλῶν ξὺν αὐτοῖς ὄντα ἐσπηδῆσαί τε ξὺν τῇ κοπίδι καὶ τῷ Ἰωάννῃ ἐντυχόντα ἀπροσδοκήτως παῖσαι.
26.10
καὶ τὸν οὐ πληγέντα μὲν καιρίαν πληγήν, ξὺν θορύβῳ δὲ πολλῷ φεύγοντα, ἐς τούτους δὴ τοὺς στρατιώτας ἐμπεσεῖν ἄφνω.
26.11
οὕτω τε τοῦ ἀνθρώπου αὐτοὺς ἁψαμένους πῦρ μὲν αὐτίκα τῷ παλατίῳ ὑφάψαντας καῦσαι, ὡς μή τις ἐλπὶς ἐνθένδε ἀπολειφθείη τοῖς τὰ νεώτερα πράγματα πράσσουσιν, αὐτὸν δὲ ἐς τὸ δεσμωτήριον ἀπαγαγόντας δῆσαι.
26.12
καὶ αὐτῶν τινα δείσαντα μὴ οἱ στρατιῶται περιεῖναι τὸν τύραννον γνόντες πράγματα τῇ πόλει αὖθις παράσχωνται, κτεῖναί τε τὸν Ἰωάννην καὶ τούτῳ δὴ τῷ τρόπῳ τὴν ταραχὴν παῦσαι. τὰ μὲν οὖν ἀμφὶ ταύτῃ τῇ τυραννίδι τῇδε ἐχώρησεν.