Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

26.2 ὅπερ ἐπεὶ ἔς τε Χοσρόην καὶ Πέρσας ἦλθε, δεινῶς ἤσχαλλον, καὶ αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύναμιν ἐπὶ μέγα χωρεῖν ᾔσθοντο.
26.3 πέμψας τε ὁ Χοσρόης ἐς Βυζάντιον πρέσβεις, ξυγχαίρειν τε Ἰουστινιανῷ τῷ βασιλεῖ ἔφασκε, καὶ τὸ μέρος λαβεῖν ξὺν γέλωτι δῆθεν τῶν ἐκ Λιβύης λαφύρων ἠξίου, ὅτι δὴ οὐκ ἄν ποτε Βανδίλων τῷ πολέμῳ περιέσεσθαι ἴσχυσεν,
26.4 εἰ μὴ αὐτῷ Πέρσαι ἐσπείσαντο. τότε μὲν οὖν Χοσρόην Ἰουστινιανὸς χρήμασι δωρησάμενος, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ἀπεπέμψατο.
26.5 Ἐν δὲ πόλει Δάρας τοιόνδε τι ξυνέβη γενέσθαι. Ἰωάννης τις ἦν ἐνταῦθα ἐν καταλόγῳ τεταγμένος πεζῶν· οὗτος οὐχ ἁπάντων οἱ ξυμφρονούντων στρατιωτῶν, ἀλλ’ ὀλίγων τινῶν, τυραννίδι ἐπιθέμενος τὴν πόλιν ἔσχεν.
26.6 ἔν τε παλατίῳ καθήμενος ὥσπερ ἐν ἀκροπόλει, τὴν τυραννίδα ἐκρατύνετο ἡμέρα ἑκάστῃ.
26.7 καὶ εἰ μὴ Πέρσας ἔχεσθαι εἰρήνης ἐς τοὺς Ῥωμαίους τηνικαῦτα ξυνέβη, ἀνήκεστα ἂν ἐνθένδε Ῥωμαίοις ἐγεγόνει κακά. νῦν δὲ τοῦτο ἐκώλυσε φθάσασα, ὥσπερ μοι ἐρρήθη, ἡ ξύμβασις.
26.8 ἡμέρᾳ δὲ ἀπὸ τῆς τυραννίδος τετάρτῃ ξυμφρονήσαντες στρατιῶται γνώμῃ Μάμαντός τε τοῦ τῆς πόλεως ἱερέως καὶ Ἀναστασίου τῶν δοκίμων τινὸς πολιτῶν, ἐς τὸ παλάτιον μεσημβρίας ἀκμαζούσης ἀνέβησαν, κρύψας ἕκαστος ὑπὸ τῷ ἱματίῳ ξιφίδιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme