Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

25.1 Τριβουνιανὸς δὲ καὶ Ἰωάννης τῆς τιμῆς οὕτω παραλυθέντες χρόνῳ ὕστερον ἐς ἀρχὰς τὰς αὐτὰς κατέστησαν ἄμφω.
25.2 ἀλλὰ Τριβουνιανὸς μὲν ἔτη πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, ἄλλο οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ.
25.3 Ἰωάννης δὲ ʽπᾶσι γὰρ ἀνθρώποις βαρύς τε ὁμοίως καὶ χαλεπὸς ἦν, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληιζόμενοσ̓ δέκατον ἔτος τὴν ἀρχὴν ἔχων τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίαιταν παρανομίας ἐξέτισε τρόπῳ τοιῷδε.
25.4 Θεοδώρα ἡ βασιλὶς ἤχθετο αὐτῷ πάντων μάλιστα. καὶ ὃς τῇ γυναικὶ προσκεκρουκὼς οἷς ἡμάρτανε, θωπείᾳ μὲν αὐτὴν ἢ χάριτι μετελθεῖν ὡς ἥκιστα ἔγνω, ἐς ἐπιβουλὴν δὲ αὐτῇ ἐκ τοῦ ἐμφανοῦς καθιστάμενος ἐς τὸν βασιλέα διέβαλλεν, οὔτε τὴν τύχην ἐρυθριῶν οὔτε τὴν στοργὴν αἰσχυνόμενος ἥνπερ ἐς αὐτὴν ὁ βασιλεὺς εἶχεν ἐξαισίαν οἵαν.
25.5 αἰσθομένη δὲ ἡ βασιλὶς τῶν ποιουμένων κτεῖναι μὲν διενοεῖτο τὸν ἄνθρωπον, μηχανῇ δὲ οὐδεμιᾷ εἶχεν, ἐπεὶ λόγον αὐτοῦ Ἰουστινιανὸς βασιλεὺς ἐποιεῖτο πολύν.
25.6 γνοὺς δὲ Ἰωάννης τὴν τῆς βασιλίδος ἐς αὑτὸν γνώμην ἐν δείμασι μεγάλοις ἐγίνετο.
25.7 ἐπειδάν τε ὡς καθευδήσων ἐς τὸν κοιτῶνα ἴοι, τῶν τινα βαρβάρων ἐπιστήσεσθαί οἱ ὡς ἀπολοῦντα ὑπώπτευεν ἐς νύκτα ἑκάστην, ὑπερκύπτων τε ἀεὶ ἐκ τοῦ δωματίου καὶ τὰς εἰσόδους περισκοπῶν ἄϋπνος ἔμενε, καίπερ ἑταιρισάμενος δορυφόρων τε καὶ ὑπασπιστῶν χιλιάδας πολλάς, οὐ γεγονὸς ὑπάρχων τινὶ πρότερον τοῦτό γε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme