Book 1
24.52
κραυγῆς δὲ πολλῆς, ὡς τὸ εἰκός, γεγενημένης, πλησίον που ἑστηκὼς Μοῦνδος καὶ βουλόμενος ἔργου ἔχεσθαι ʽἦν γάρ τις τολμητὴς καὶ δραστήριοσ̓, ἀπορούμενος δὲ ᾗ χρήσεται τοῖς παροῦσιν, ἐπειδὴ ἐτεκμήρατο ὡς Βελισάριος ἐν τῷ πόνῳ εἴη, εὐθὺς ἐπὶ τὸ ἱπποδρόμιον διὰ τῆς εἰσόδου ἣ Νεκρὰ καλεῖται εἰσβάλλει.
24.53
τότε δὴ ἑκατέρωθεν οἱ Ὑπατίου στασιῶται κατὰ κράτος πλησσόμενοι διεφθείροντο. ἐπεὶ δὲ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει καὶ φόνος ἦν ἤδη τοῦ δήμου πολύς, Βοραΐδης τε καὶ Ἰοῦστος, Ἰουστινιανοῦ βασιλέως ἀνεψιοί, χεῖρας αὐτοῖς οὐδενὸς ἀνταίρειν τολμῶντος, καθεῖλόν τε ἀπὸ τοῦ θρόνου Ὑπάτιον καὶ αὐτὸν ἐσαγαγόντες βασιλεῖ ἅμα Πομπηίῳ παρέδωκαν.
24.54
θνήσκουσί τε τοῦ δήμου πλέον ἢ τρισμύριοι ἐν ταύτῃ τῇ ἡμέρᾳ. βασιλεὺς δὲ αὐτοὺς ἐν φυλακῇ χαλεπῇ ἐκέλευεν εἶναι.
24.55
ἐνταῦθα Πομπήιος μὲν ἐδάκρυέ τε καὶ ἄξια ἐλέου ἐφθέγγετο· ἦν γὰρ δὴ ὁ ἀνὴρ πραγμάτων τε καὶ κακῶν τοιούτων ἥκιστα ἔμπειρος· Ὑπάτιος δὲ αὐτὸν πολλὰ ὀνειδίσας οὐκ ἔφη χρῆναι τοὺς οὐκ ἐν δίκῃ ἀπολουμένους ὀδύρεσθαι.
24.56
ἀρχήν τε γὰρ ὑπὸ τοῦ δήμου ἄκοντας βιασθῆναι, καὶ οὐκ ἐπὶ κακῷ τοῦ βασιλέως ὕστερον ἐς τὸ ἱπποδρόμιον ἀφικέσθαι. κτείναντες δὲ οἱ στρατιῶται τῇ ὑστεραίᾳ ἑκάτερον, ἐς θάλασσαν καθῆκαν τὰ σώματα.
24.57
βασιλεὺς δὲ αὐτῶν τε τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο καὶ ἄλλων τῶν ἐκ βουλῆς ἁπάντων οἳ δὴ τὴν γνώμην ξὺν αὐτοῖς ἔθεντο.
24.58
ἔπειτα μέντοι τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς Ὑπατίου καὶ Πομπηίου παισὶ τά τε ἀξιώματα οἷς πρότερον ἐχρῶντο ἀπέδωκε καὶ τῶν χρημάτων ὅσοις τῶν ἐπιτηδείων τινὰς οὐκ ἔτυχε δωρησάμενος. ἐς τόδε μὲν Βυζαντίῳ ἡ στάσις ἐτελεύτα.