Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 1

24.8 καὶ οἱ μὲν ὑπηρέται, ὅσοι τῇ τῆς πόλεως ἀρχῇ ἕπονται, ἐκτείνοντο οὐδενὶ λόγῳ, τῶν δὲ πολιτῶν εἴ τι καθαρὸν ἦν ἐς τὴν ἀντιπέρας ἤπειρον ἔφευγον, καὶ τῇ πόλει πῦρ ἐπεφέρετο, ὡς δὴ ὑπὸ πολεμίοις γεγενημένῃ.
24.9 καὶ τὸ ἱερὸν ἡ Σοφία τό τε βαλανεῖον ὁ Ζεύξιππος καὶ τῆς βασιλέως αὐλῆς τὰ ἐκ τῶν προπυλαίων ἄχρι ἐς τὸν Ἄρεως λεγόμενον οἶκον καυθέντα ἐφθάρη, ἐπὶ τούτοις τε ἄμφω αἱ μεγάλαι στοαὶ μέχρι τῆς ἀγορᾶς ἀνήκουσαι ἣ Κωνσταντίνου ἐπώνυμός ἐστιν, εὐδαιμόνων τε ἀνθρώπων οἰκίαι πολλαὶ καὶ χρήματα μεγάλα.
24.10 βασιλεὺς δὲ καὶ ἡ συνοικοῦσα καὶ τῶν ἀπὸ βουλῆς ἔνιοι καθείρξαντες σφᾶς αὐτοὺς ἐν παλατίῳ ἡσύχαζον. ξύμβολον δὲ ἀλλήλοις ἐδίδοσαν οἱ δῆμοι τὸ νίκα, καὶ ἀπ’ αὐτοῦ ἐς τόδε τοῦ χρόνου ἡ κατάστασις ἐκείνη προσαγορεύεται.
24.11 Τότε τῆς μὲν αὐλῆς ἔπαρχος Ἰωάννης ἦν ὁ Καππαδόκης, Τριβουνιανὸς δέ, Πάμφυλος γένος, βασιλεῖ πάρεδρος· κοιαίστωρα τοῦτον καλοῦσι Ῥωμαῖοι.
24.12 τούτοιν ἅτερος, Ἰωάννης, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς γράψαι· φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν.
24.13 γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ γεγονὼς ἀνθρώπων ἁπάντων τῇ τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις ἐσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme