Book 1
23.26
καὶ ὁ μὲν αὐτίκα μάλα, ἐπειδὰν τὰ ἐν ποσὶ διάθηται, ἕψεσθαι ὡμολόγει, ὁ δὲ τῷ ἐς αὐτὸν ἔχθει ἠγμένος ἀπήγγελλε Χοσρόῃ ὡς οὐ βούλοιτο Μεβόδης ἐν τῷ παρόντι ἥκειν, φάσκων οἵ τινα ἀσχολίαν εἶναι.
23.27
θυμῷ τοίνυν ὁ Χοσρόης ἐχόμενος, στείλας τῶν οἱ ἑπομένων τινὰ παρὰ τὸν τρίποδα τὸν Μεβόδην ἐκέλευεν ἰέναι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.
23.28
τρίπους σιδηροῦς πρὸ τῶν βασιλείων ἐσαεὶ ἕστηκεν. ἐπειδὰν οὖν τις τῶν Περσῶν πύθηται ὅτι δὴ αὐτῷ ὁ βασιλεὺς χαλεπῶς ἔχοι, τούτῳ δὲ οὔτε πη ἐς ἱερὸν καταφυγεῖν θέμις οὔτε ἀλλχαόσε ἰέναι, ἀλλὰ παρὰ τοῦτον καθημένῳ τὸν τρίποδα τὴν βασιλέως προσδέχεσθαι ψῆφον, τῶν πάντων οὐδενὸς φυλάσσειν αὐτὸν ἀξιοῦντος.
23.29
ἐνταῦθα ὁ Μεβόδης ἐν σχήματι οἰκτρῷ ἐκάθητο ἡμέρας πολλάς, ἕως τις αὐτὸν Χοσρόου ἐπαγγείλαντος λαβὼν ἔκτεινεν. ἐς τοῦτό τε αὐτῷ τὰ τῆς ἐς Χοσρόην εὐεργεσίας ἐχώρησεν.
24.1
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐν Βυζαντίῳ στάσις τῷ δήμῳ ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπεσεν, ἣ μεγίστη τε παρὰ δόξαν ἐγένετο καὶ ἐς κακὸν μέγα τῷ τε δήμῳ καὶ τῇ βουλῇ ἐτελεύτησε τρόπῳ τοιῷδε.
24.2
οἱ δῆμοι ἐν πόλει ἑκάστῃ ἔς τε Βενέτους ἐκ παλαιοῦ καὶ Πρασίνους διῄρηντο, οὐ πολὺς δὲ χρόνος ἐξ οὗ τούτων τε τῶν ὀνομάτων καὶ τῶν βάθρων ἕνεκα οἷς δὴ θεώμενοι ἐφεστήκασι, τά τε χρήματα δαπανῶσι καὶ τὰ σώματα αἰκισμοῖς πικροτάτοις προΐενται καὶ θνήσκειν οὐκ ἀπαξιοῦσι θανάτῳ αἰσχίστῳ·