Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

9.86 ὁ μὲν δὴ Καῖσαρ ἐξήλατο τῆς νεὼς ἐπὶ τὰς πέτρας καὶ τοὺς ἐκνέοντας ἐκ τῆς θαλάσσης ἀνελάμβανε καὶ ἐς τὸ ὄρος ἄνω παρέπεμπε· Κορνιφίκιος δὲ καὶ ὅσοι ἄλλοι στρατηγοὶ ἦσαν αὐτοῦ, παρακαλέσαντες ἀλλήλους, ἄνευ προστάγματος ἀπέρρηξαν τὰ ἀγκύρια καὶ ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους, ὡς δέον τι δρῶντας παθεῖν μᾶλλον ἢ ἑστῶτας ἀμαχεὶ τοῖς ἐπιχειροῦσι προκεῖσθαι. τόλμῃ τε παραβόλῳ πρῶτον ὁ Κορνιφίκιος τὴν ναυαρχίδα τοῦ Δημοχάρους κατέσεισε καὶ εἷλε. καὶ Δημοχάρης μὲν ἐς ἑτέραν ἐξήλατο, τοιούτου δὲ ὄντος τοῦ πόνου καὶ τοῦ φθόρου ἐπεφαίνοντο ἐκ πόντου προσπλέοντες ἤδη Καλουίσιός τε καὶ Μηνόδωρος. καὶ αὐτοὺς οἱ μὲν τοῦ Καίσαρος οὐχ ἑώρων οὔτε ἀπὸ γῆς οὔτε ἐκ θαλάσσης, πελαγιώτεροι δὲ ὄντες οἱ τοῦ Πομπηίου κατεῖδον καὶ ἰδόντες ἀνεχώρουν· συνεσκόταζε γὰρ ἤδη, καὶ κεκμηκότες ἀκμῆσιν οὐκ ἐθάρρουν συμπλέκεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme