Book 5
9.85
ὡς δὲ Δημοχάρης ἐς Μεσσήνην κατέπλευσεν, ὁ μὲν Πομπήιος αὐτόν τε Δημοχάρην καὶ Ἀπολλοφάνην, καὶ τόνδε ἀπελεύθερον ἑαυτοῦ, ναυάρχους ἀπέφηνεν ἀντὶ Μηνοδώρου καὶ Μενεκράτους· ὁ δὲ Καῖσαρ περὶ τῶν συμβεβηκότων ἀμφὶ τῇ Κύμῃ πυθόμενος ἐξέπλει τὸν πορθμόν, ὑπαντήσων τῷ Καλουισίῳ. ἀνύσαντι δʼ αὐτῷ τοῦ πόρου τὸ πλέον καὶ Στυλίδα ἤδη παραπλέοντι καὶ ἐς τὸ Σκύλλαιον ἐπικάμπτοντι, ἐκθορὼν ἐκ τῆς Μεσσήνης ὁ Πομπήιος ἐξήπτετο τῶν ὑστάτων καὶ τὰς πρόπλους ἐδίωκε καὶ πάσαις ἐνέβαλλε καὶ ἐς μάχην προυκαλεῖτο. αἱ δὲ καίπερ ἐνοχλούμεναι ἐς μὲν ναυμαχίαν οὐκ ἐπέστρεφον, Καίσαρος οὐκ ἐῶντος, εἴτε δείσαντος ἐν στενῷ ναυμαχεῖν εἴτʼ ἐπιμένοντος οἷς ἀπʼ ἀρχῆς διεγνώκει, μὴ ναυμαχεῖν δίχα τοῦ Καλουισίου· γνώμῃ δὲ αὐτοῦ παρά τε τὴν γῆν ὑπεχώρουν ἅπασαι καὶ ἐπʼ ἀγκυρῶν ἐσάλευον καὶ κατὰ πρῷραν ἀπεμάχοντο τοὺς ἐπιόντας. Δημοχάρους δʼ ἐπιστήσαντος δύο ναῦς περὶ ἑκάστην ἐθορυβοῦντο ἤδη, πρός τε τὰς πέτρας ἀρασσόμεναι καὶ πρὸς ἀλλήλας, θαλάσσης τε ἐνεπίμπλαντο· καὶ διεφθείροντο μετὰ ἀργίας καὶ αἵδε ὥσπερ αἱ περὶ Κύμην, ὁρμοῦσαί τε καὶ ἐμβαλλόμεναι πρὸς ἐχθρῶν ἐπιπλεόντων καὶ ἀναχωρούντων.