Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

7.64 ὧν ὁ στρατὸς ὁ τοῦ Καίσαρος αἰσθανόμενοι πρέσβεις εἵλοντο τοὺς αὐτοὺς ἐς ἀμφοτέρους, οἳ τὰ μὲν ἐγκλήματα αὐτῶν ἐπέσχον ὡς οὐ κρῖναι σφίσιν, ἀλλὰ διαλλάξαι μόνον ᾑρημένοι, σφίσι δʼ αὐτοῖς προσελόμενοι Κοκκήιον μὲν ὡς οἰκεῖον ἀμφοῖν, ἐκ δὲ τῶν Ἀντωνίου Πολλίωνα καὶ Μαικήναν ἐκ τῶν Καίσαρος, ἔγνωσαν Καίσαρι καὶ Ἀντωνίῳ πρὸς ἀλλήλους ἀμνηστίαν εἶναι τῶν γεγονότων καὶ φιλίαν ἐς τὸ μέλλον. ὑπογύως δὲ Μαρκέλλου τεθνεῶτος, ὃς τὴν ἀδελφὴν Καίσαρος εἶχεν Ὀκταουίαν, ἐδικαίουν οἱ διαλλακταὶ τὴν Ὀκταουίαν Ἀντωνίῳ τὸν Καίσαρα ἐγγυῆσαι. καὶ ὁ μὲν αὐτίκα ἐνηγγύα, καὶ ἠσπάζοντο ἀλλήλους, καὶ βοαὶ παρὰ τοῦ στρατοῦ καὶ εὐφημίαι πρὸς ἑκάτερον αὐτῶν ἦσαν ἄπαυστοι διʼ ὅλης τε τῆς ἡμέρας καὶ ἀνὰ τὴν νύκτα πᾶσαν.
7.65 ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τὴν Ῥωμαίων αὖθις ἀρχὴν ἐφʼ ἑαυτῶν ἐμερίσαντο ἅπασαν, ὅρον μὲν εἶναι σφίσι Σκόδραν πόλιν τῆς Ἰλλυρίδος, ἐν μέσῳ τοῦ Ἰονίου μυχοῦ μάλιστα δοκοῦσαν εἶναι, ταύτης δʼ ἔχειν τὰ μὲν πρὸς ἕω πάντα τὸν Ἀντώνιον ἔθνη τε καὶ νήσους ἕως ἐπὶ ποταμὸν Εὐφράτην ἄνω, τὰ δὲ ἐς δύσιν τὸν Καίσαρα μέχρι ὠκεανοῦ. Λιβύης δὲ Λέπιδον ἄρχειν, καθὰ Καῖσαρ ἐδεδώκει. πολεμεῖν δὲ Πομπηίῳ μὲν Καίσαρα, εἰ μή τι συμβαίνοι, Παρθυαίοις δὲ Λ̓ντώνιον, ἀμυνόμενον τῆς ἐς Κράσσον παρασπονδήσεως. Ἀηνοβάρβῳ δʼ εἶναι πρὸς Καίσαρα συμβάσεις τὰς πρὸς Ἀντώνιον γενομένας. στρατὸν δὲ ἐκ τῆς Ἰταλίας προσκαταλέγειν ἀκωλύτως ἴσον ἑκάτερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme