Book 5
7.63
οὕτω καθομιλῶν τὸν Καίσαρα ὁ Κοκκήιος ἐκείνην τε τὴν ἡμέραν ἐξενίζετο παρʼ αὐτῷ καὶ ἐδεῖτο ἐπιστεῖλαί τι τῷ Ἀντωνίῳ, νεώτερον ὄντα πρεσβυτέρῳ. ὁ δὲ πολεμοῦντι μὲν ἔτι οὐκ ἔφη γράψειν· οὐδὲ γὰρ ἐκεῖνον· μέμψεσθαι δʼ αὐτοῦ τῇ μητρί, ὅτι συγγενὴς οὖσα καὶ προτιμηθεῖσα ἐκ πάντων ὑφʼ αὑτοῦ, φύγοι τὴν Ἰταλίαν καθάπερ οὐ τευξομένη πάντων ὡς παρʼ υἱοῦ. ὧδε μὲν καὶ ὁ Καῖσαρ ἐτέχναζε καὶ ἐπέστελλε τῇ Ἰουλίᾳ. ἐξιόντι δὲ τοῦ στρατοπέδου τῷ Κοκκηίῳ πολλοὶ τῶν ταξιάρχων τὴν γνώμην ἐξέφερον τοῦ στρατοῦ. ὁ δὲ καὶ τἆλλα καὶ τόδε αὐτὸ τῷ Ἀντωνίῳ μετέφερεν, ἵνα εἰδείη πολεμήσοντας οὐ συντιθεμένῳ. συνεβούλευεν οὖν Πομπήιον μὲν ἐς Σικελίαν ἐξ ὧν ἐπόρθει μετακαλεῖν, Ἀηνόβαρβον δέ ποι πέμπειν, ἕως αἱ συνθῆκαι γένοιντο. παρακαλούσης δὲ καὶ τῆς μητρὸς ἐς ταῦτα τὸν Ἀντώνιον ʽγένει γὰρ ἦν ἐκ τῶν Ἰουλίων̓, ᾐσχύνετο Ἀντώνιος, εἰ μὴ γενομένων τῶν συμβάσεων τὸν Πομπήιον αὖθις ἐς συμμαχίαν καλοίη. τῆς δὲ μητρὸς οὐκ ἀπελπιζούσης αὐτὰς ἔσεσθαι καὶ Κοκκηίου ἰσχυριζομένου τε περὶ αὐτῶν καὶ ἐλπιζομένου τι πλέον εἰδέναι, ὁ Ἀντώνιος ἐνεδίδου καὶ τὸν Πομπήιον ἀναχωρεῖν ἐκέλευεν ἐς Σικελίαν, ὡς ἐπιμελησόμενος τῶν συγκειμένων, καὶ Ἀηνόβαρβον ἔπεμπεν ἡγεῖσθαι Βιθυνίας.