Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

7.60 Λεύκιος δὲ ἦν Κοκκήιος ἑκατέρῳ φίλος καὶ ὑπὸ Καίσαρος ἐς Φοινίκην τοῦ προτέρου θέρους πρὸς τὸν Ἀντώνιον ἀπέσταλτο μετὰ Καικίνα, ἐπανιόντος δὲ τοῦ Καικίνα παρὰ Ἀντωνίῳ κατέμενεν. οὗτος τότε ὁ Κοκκήιος, τὸν καιρὸν οὐ μεθείς, ὑπεκρίνατο μεταπεμφθῆναι πρὸς Καίσαρος ἀσπασόμενος αὐτόν. συγχωροῦντος δʼ ἀπιέναι τοῦ Ἀντωνίου πειρώμενος ἤρετο, εἴ τι καὶ αὐτὸς ὁ Ἀντώνιος ἐπιστέλλει τῷ Καίσαρι, κεκομισμένος διʼ αὐτοῦ Κοκκηίου γράμματα. καὶ ὁ Ἀντώνιος νῦν μέν, ἔφη, τί ἂν ἀλλήλοις γράφοιμεν, ὄντες ἐχθροί, εἰ μὴ κακῶς ἀγορεύοιμεν ἀλλήλους; ἀντέγραψα δὲ τοῖς πάλαι διὰ Καικίνα· καὶ εἰ βούλει, λάβε τὰ ἀντίγραφα. ὁ μὲν οὕτως ἐπεχλεύασεν, ὁ δὲ Κοκκήιος οὐκ εἴα τω τὸν Καίσαρα καλεῖν ἐχθρόν, ἔς τε Λεύκιον καὶ τοὺς ἄλλους Ἀντωνίου φίλους τοιόνδε γεγενημένον. ὁ δέ ἐκ Βρεντεσίου με, φησίν, ἀποκλείων καὶ τὰ ἐμὰ ἔθνη καὶ τὸν Καληνοῦ στρατὸν ἀφαιρούμενος ἔτι τοῖς φίλοις ἐστὶν εὔνους μόνοις· οὐδὲ τοὺς φίλους ἐμοὶ περισῴζειν ἔοικεν, ἀλλὰ ταῖς εὐεργεσίαις ἐχθροποιεῖν. καὶ ὁ Κοκκήιος, ἃ μὲν ἐπεμέμφετο μαθών, οὐδὲν δὲ ἔτι ὀξυτέραν φύσιν ἐπερεθίσας, ᾤχετο πρὸς τὸν Καίσαρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme