Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

6.59 αἵ τε στρατηγίδες αὐτοῦ τάξεις, ὑπὸ τῆσδε τῆς δόξης ἐπαιρόμεναι, προσεπέλαζον τῷ χάρακι τῷ Καίσαρος κατὰ μέρη καὶ τοὺς συνεστρατευμένους σφίσιν ὠνείδιζον, εἰ πολεμήσοντες ἥκοιεν Ἀντωνίῳ τῷ πάντας αὐτοὺς περισώσαντι ἐν Φιλίπποις. τῶν δὲ ἀντεπικαλούντων, ὅτι αὐτοὶ σφίσιν ἥκουσι πολεμήσοντες, λόγοι συνισταμένων ἐγίγνοντο, καὶ τὰ ἐγκλήματα ἀλλήλοις προύφερον, οἱ μὲν τὴν ἀπόκλεισιν τοῦ Βρεντεσίου καὶ τὴν ἀφαίρεσιν τοῦ Καληνοῦ στρατοῦ, οἱ δὲ τὴν ἀποτείχισιν τοῦ Βρεντεσίου καὶ πολιορκίαν καὶ τὴν τῆς Αὐσονίδος καταδρομὴν καὶ τὸ συνθέσθαι μὲν Ἀηνοβάρβῳ σφαγεῖ Γαΐου Καίσαρος, συνθέσθαι δὲ Πομπηίῳ κοινῷ πολεμίῳ. καὶ τέλος οἱ τοῦ Καίσαρος τὴν γνώμην σφῶν τοῖς ἑτέροις ἀνεκάλυπτον, ὅτι Καίσαρι συνέλθοιεν οὐκ ἀμνημονοῦντες Ἀντωνίου τῆς ἀρετῆς, ἀλλὰ διαλλαγὰς ἐπινοοῦντες ἀμφοτέροις ἢ Ἀντώνιον ἀπειθοῦντα καὶ πολεμοῦντα ἀμυνούμενοι. καὶ τάδε καὶ αὐτοὶ προσπελάζοντες τοῖς Ἀντωνίου χαρακώμασι προύλεγον.
6.59 γιγνομένων δὲ τούτων ἀγγέλλεται Φουλβία τεθνεῶσα, λεγομένη μὲν ἐπὶ ταῖς Ἀντωνίου μέμψεσιν ἀθυμῆσαι καὶ ἐς τὴν νόσον ἐμπεσεῖν, νομιζομένη δὲ καὶ τὴν νόσον ἑκοῦσα ἐπιτρῖψαι διὰ τὴν ὀργὴν Ἀντωνίου· νοσοῦσάν τε γὰρ αὐτὴν ἀπολελοίπει καὶ οὐδὲ ἀπολείπων ἑωράκει. ἐδόκει δʼ ἀμφοτέροις ἐς πολλὰ συνοίσειν ὁ θάνατος, γυναίου φιλοπράγμονος ἀπηλλαγμένοις, ἣ διὰ τὸν Κλεοπάτρας ζῆλον ἐξερρίπισε τοσόνδε πόλεμον. τό γε μὴν πάθος ἀσθενῶς ἤνεγκεν ὁ Ἀντώνιος, ἡγούμενός τι καὶ αἴτιος γεγονέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme