Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

6.58 ὁ δʼ Ἀντώνιος ἐκράτει μὲν τοῖς ὀχυρώμασιν ὡς πολὺ μείονας ἔχων ἀσφαλῶς ἀπομάχεσθαι, ἐκάλει δὲ τὸν στρατὸν ἐκ Μακεδονίας κατὰ σπουδὴν καὶ ἐτέχναζεν ἑσπέρας ἀφανῶς ἀνάγεσθαι ναῦς μακράς τε καὶ στρογγύλας ἰδιωτικοῦ πλήθους, οἳ μεθʼ ἡμέραν ἄλλοι μετʼ ἄλλους κατέπλεον ὡπλισμένοι καθάπερ ἐκ Μακεδονίας ἐπιόντες, ἐφορῶντος αὐτῶν τὸν ἐπίπλουν τοῦ Καίσαρος. ἤδη δʼ αὐτῷ καὶ τὰ μηχανήματα γεγένητο, καὶ ἐπιχειρήσειν ἔμελλε τοῖς Βρεντεσίοις, ἀχθομένου τοῦ Καίσαρος, ὅτι μὴ εἶχεν ἐπαμύνειν. περὶ δὲ ἑσπέραν ἑκατέροις ἀγγέλλεται Σιποῦντα μὲν Ἀγρίππας ἀναλαβών, Πομπήιος δὲ Θουρίων μὲν ἀπεωσμένος, Κωνσεντίαν δʼ ἔτι περικαθήμενος, ἐφʼ οἷς ὁ Ἀντώνιος ἐδυσχέραινεν. ὡς δὲ καὶ Σερουίλιος ἀπηγγέλθη προσιὼν τῷ Καίσαρι μετὰ χιλίων καὶ πεντακοσίων ἱππέων, οὐ κατασχὼν τῆς ὁρμῆς ὁ Ἀντώνιος εὐθὺς ἀπὸ τοῦ δείπνου, μεθʼ ὧν εὗρεν ἑτοίμων φίλων καὶ ἱππέων τετρακοσίων, μάλα θρασέως ἐπειχθεὶς ἐπέπεσε τοῖς χιλίοις καὶ πεντακοσίοις εὐναζομένοις ἔτι περὶ πόλιν Ὑρίαν καὶ ἐκπλήξας ἀμαχεὶ παρέλαβέ τε καὶ αὐτῆς ἡμέρας ἐς τὸ Βρεντέσιον ἐπανήγαγεν. οὕτω τὸν Ἀντώνιον ὡς ἄμαχον ἐκ τῆς ἐν Φιλίπποις δόξης ἔτι κατεπεπλήγεσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme