Book 5
6.57
ὁ δὲ Καῖσαρ, ὀξείας καὶ πανταχοῦ τῆς ἐπιχειρήσεως γενομένης, ἐς μὲν τὴν Αὐσονίδα ἔπεμπεν Ἀγρίππαν ἐπικουρεῖν τοῖς πονουμένοις. καὶ ὁ Ἀγρίππας τοὺς ἐν ὁδῷ κληρούχους ἦγεν, ἐκ διαστήματος ἑπομένους ὡς ἐπὶ Πομπήιον ἰόντας· μαθόντες δὲ Ἀντωνίου γνώμῃ τὰ γιγνόμενα εἶναι, ἀνέστρεφον αὐτίκα διαλανθάνοντες. καὶ τοῦτο μάλιστα κατέπληξε τὸν Καίσαρα. ὁδεύων δʼ ὅμως ἐς τὸ Βρεντέσιον αὐτὸς μεθʼ ἑτέρου στρατοῦ, τοῖς κληρούχοις αὖθις ἐνετύγχανε καὶ μετεδίδασκε καὶ τοὺς ὑφʼ ἑαυτοῦ συνῳκισμένους ἦγεν, αἰδουμένους καὶ γνώμην ἐν ἀπορρήτῳ ποιουμένους Ἀντώνιον καὶ Καίσαρα συναλλάσσειν, εἰ δʼ ὁ Ἀντώνιος ἀπειθῶν πολεμοίη, Καίσαρι ἀμύνειν. ὁ δὲ Καῖσαρ ἐν μὲν Κανυσίῳ τινὰς ἡμέρας ἐνοσηλεύετο, παντὶ δὲ ὢν ἔτι κρείσσων Ἀντωνίου κατὰ τὸ πλῆθος, εὗρε τὸ Βρεντέσιον ἀποτετειχισμένον καὶ οὐδὲν ἄλλʼ ἢ παρεστρατοπέδευε καὶ τοῖς γιγνόμενοις ἐφήδρευεν.