Book 5
6.56
ἐντεῦθεν ἐπὶ Βρεντεσίου διέπλεον, φυλασσομένου πρὸς πέντε Καίσαρος τάξεων, καὶ οἱ Βρεντέσιοι τὰς πύλας ἀπέκλειον, Ἀηνοβάρβῳ μὲν ὡς ἐκ πολλοῦ πολεμίῳ, Ἀντωνίῳ δὲ ὡς πολέμιον ἐπάγοντι. ὁ δὲ ἀγανακτῶν καὶ ἡγούμενος εἶναι τάδε καλλωπίσματα, τὸ δʼ ἀληθὲς ἀποκλείεσθαι πρὸς τῶν Καίσαρος φρουρῶν γνώμῃ Καίσαρος, διετάφρευε τῆς πόλεως τὸν ἰσθμὸν καὶ ἀπετείχιζεν. ἔστι δʼ ἡ πόλις χερρόνησος ἐν μηνοειδεῖ λιμένι, καὶ οὐκ ἦν ἔτι τοῖς ἐξ ἠπείρου προσελθεῖν ἀνάντει λόφῳ, διατετμημένῳ τε καὶ διατετειχισμένῳ. ὁ δὲ Ἀντώνιος καὶ τὸν λιμένα μέγαν ὄντα φρουρίοις πυκνοῖς περιεφράξατο καὶ τὰς νήσους τὰς ἐν αὐτῷ. ἔς τε τὰ παράλια τῆς Ἰταλίας περιέπεμπεν, οἷς εἴρητο τὰ εὔκαιρα καταλαμβάνειν. ἐκέλευε δὲ καὶ Πομπήιον ἐπιπλεῖν τῇ Ἰταλίᾳ καὶ δρᾶν, ὅ τι δύναιτο. ὁ δὲ ἄσμενος αὐτίκα Μηνόδωρον σὺν ναυσὶ πολλαῖς καὶ στρατοῦ τέσσαρσι τέλεσιν ἐκπέμψας Σαρδὼ Καίσαρος οὖσαν καὶ τὰ ἐν αὐτῇ δύο τέλη περιέσπασε τὴν συμφροσύνην Ἀντωνίου καταπλαγέντας. τῆς δὲ Ἰταλίας Σιποῦντα μὲν τῆς Αὐσονίας οἱ τοῦ Ἀντωνίου κατέλαβον, Θουρίους δὲ καὶ Κωνσεντίαν Πομπήιος ἐπολιόρκει καὶ τὴν χώραν ἐπενέμετο τοῖς ἱππεῦσιν.