Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

5.44 λέγω δὲ ταῦτα ἐγὼ ἐγχειρίζων μὲν ἐμαυτόν σοι, καθάπερ εἶπον, εἰς ὅ τι θέλοις, ὑποδεικνὺς δέ, οἷα καὶ πρότερον καὶ νῦν ἐφρόνησα περὶ σοῦ καὶ φρονῶν ἔτι μόνος ἀφικόμην. καὶ περὶ μὲν ἐμοῦ τοσαῦτα· περὶ δὲ τῶν φίλων καὶ τοῦ στρατοῦ παντός, εἰ μὲν οὐχ ὑποπτεύσεισʼ με λέγοντα, συμβουλεύσω τὰ σοὶ μάλιστα ὠφελιμώτατα, μηδὲν δεινὸν αὐτοὺς ἐργάσασθαι διὰ τὴν ἐμὴν καὶ σὴν φιλονικίαν, μηδὲ ἄνθρωπον ὄντα καὶ τύχῃ χρώμενον, οὐ βεβαίῳ πράγματι, κωλῦσαι τοὺς κινδυνεύειν ἐν τύχαις ἢ χρείαις ἐθελήσοντάς ποτε ὑπὲρ σοῦ, μαθόντας ἐκ τοῦδε τοῦ σοῦ νόμου δυσέλπιστον σῴζεσθαι μὴ κατορθοῦσιν. εἰ δὲ ὕποπτος ἢ ἄπιστος ἐχθροῦ πᾶσα συμβουλή, οὐκ ὀκνῶ καὶ παρακαλεῖν σε μὴ τοὺς φιλοὺς τίνυσθαι τῆς ἐμῆς ἁμαρτίας καὶ τύχης, ἀλλʼ εἰς ἐμὲ συναγαγεῖν πάντα, τὸν πάντων αἴτιον. ἀφʼ ἧς δὴ γνώμης αὐτοὺς ὑπελιπόμην, ἵνα μὴ δόξαιμι, σοὶ τάδε λέγων ἐκείνων ἀκουόντων, ὑπὲρ ἐμαυτοῦ τεχνάζων εἰπεῖν.
5.45 τοιαῦτα δὲ εἰπόντος τοῦ Λευκίου καὶ σιωπήσαντος ὁ Καῖσαρ ἔλεξεν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme