Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

3.26 ἀλλὰ Πομπηίῳ μὲν ὑπὸ ἀφροσύνης οὐκ ἐπιχειρεῖν, ἀλλὰ ἀμύνεσθαι μόνον ἐδόκει, μέχρι καὶ τοῦδε ἥσσων ἐγένετο· ἐν δὲ Λιβύῃ Σέξστιος, ὕπαρχος Ἀντωνίου, παρεδεδώκει μὲν ἄρτι τὸν στρατόν, ὑπὸ Λευκίου κεκελευσμένος, Φάγγωνι τῷ Καίσαρος, ἐπισταλὲν αὖθις ἀναλαμβάνειν αὐτὸν οὐκ ἀποδιδόντι τῷ Φάγγωνι ἐπολέμει, συναγαγών τινας τῶν ἀπεστρατευμένων καὶ Λιβύων πλῆθος ἄλλο καὶ ἑτέρους παρὰ τῶν βασιλέων. ἡττηθέντων δὲ τῶν κερῶν ἑκατέρων καὶ ληφθέντων τῶν στρατοπέδων, ὁ Φάγγων ἡγούμενος ἐκ προδοσίας τάδε παθεῖν αὑτὸν διεχρήσατο. καὶ Λιβύης μὲν αὖθις ὁ Σέξστιος ἑκατέρας ἐκράτει· Βόκχον δὲ τὸν Μαυρουσίων βασιλέα Λεύκιος ἔπεισε πολεμεῖν Καρρίνα τῷ τὴν Ἰβηρίαν ἐπιτροπεύοντι τῷ Καίσαρι. Ἀηνόβαρβός τε ἑβδομήκοντα ναυσὶ καὶ στρατοῦ δύο τέλεσι καὶ τοξόταις καὶ σφενδονήταις τισὶ καὶ ψιλοῖς καὶ μονομάχοις περιπλέων τὸν Ἰόνιον ἐπόρθει τὰ τοῖς τρισὶν ἀνδράσιν ὑπήκοα, ἔς τε τὸ Βρεντέσιον ἐπιπλεύσας τῶν Καίσαρος τριήρων τὰς μὲν εἷλε, τὰς δὲ ἐνέπρησε, καὶ τοὺς Βρεντεσίους ἐς τὰ τείχη κατέκλεισε καὶ τὴν χώραν προυνόμευεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme