Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

14.141 ποταμὸν δʼ ἐν μέσῳ λαβὼν ἔλεγε μὲν, ὅτι πρεσβεύσαιτο πρὸς Ἀντώνιον, ἐπετίθει δʼ, ὅτι τροφῶν ἐν τοσούτῳ δεόμενος καὶ ἀμελούμενος ὑπὸ αὐτῶν, τάδε ἐργάσαιτο. ὑμεῖς δὲ εἰ μὲν Ἀντωνίου γνώμῃ πολεμεῖτέ μοι, κακῶς ὁ Ἀντώνιος ὑπὲρ ἑαυτοῦ βουλεύεται, τὸν ἐπιόντα πόλεμον οὐ προορῶν· εἰ δὲ τὴν Ἀντωνίου γνώμην φθάνετε, μαρτύρομαι καὶ παρακαλῶ περιμεῖναι τὴν πρεσβείαν μου τὴν ἐς Ἀντώνιον ἀπεσταλμένην ἢ λαβόντας ἄγειν ἤδη πρὸς αὐτόν. ἐπιτρέψω δʼ ἐμαυτὸν ἐγὼ σοὶ μόνῳ, Φούρνιε, τοσοῦτον ἐς πίστιν αἰτήσας, ὅτι με σῶον ἄξεις ἐς Ἀντώνιον· ὁ μὲν οὕτως εἶπεν, Ἀντωνίῳ τε θαρρῶν ὡς ἀγαθῷ τὴν φύσιν καὶ μόνα τὰ ἐν μέσῳ δεδιώς· ὁ δὲ Φούρνιος αὐτὸν οὕτως ἠμείψατο·
14.141 ἐπιτρέποντος μὲν ἦν ἑαυτὸν Ἀντωνίῳ χωρεῖν ἐς αὐτὸν ἐξ ἀρχῆς ἢ περιμένειν ἀτρεμοῦντα ἐν Μιτυλήνῃ τὰς ἀποκρίσεις, πολεμοῦντος δέ, ἃ πεποίηκας ἅπαντα· τί γὰρ αὐτὰ δεῖ πρὸς εἰδότα λέγειν; εἰ δὲ νῦν μετέγνωκας, μὴ συγκρούειν μὲν ἡμᾶς τοὺς στρατηγοὺς ἐς ἀλλήλους, Τιτίῳ δὲ σαυτὸν ἐπιτρέπειν· Τιτίῳ γὰρ ἐπιτέτραπται τὰ περὶ σὲ ὑπὸ Ἀντωνίου· καὶ πίστιν, ἣν αἰτεῖς παρʼ ἡμῶν, ἔνι σοι καὶ Τίτιον αἰτεῖν. κεκέλευσται δʼ ὑπὸ Ἀντωνίου πολεμοῦντα μέν σε κατακανεῖν, ἐγχειρίζοντα δὲ πέμπειν ἐς αὐτὸν ἐντίμως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme