Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

14.134 ὁ δὲ Ἀντώνιος πυθόμενος μὲν εὐθὺς ἀμφὶ τοῦ Πομπηίου, στρατηγὸν ἐπʼ αὐτῷ Τίτιον ᾕρητο καὶ ναῦς καὶ στρατὸν ἐκ Συρίας λαβόντα ἐκέλευε πολεμοῦντι μὲν τῷ Πομπηίῳ πολεμεῖν κατὰ κράτος, ἐπιτρέποντα δὲ αὑτὸν Ἀντωνίῳ μετὰ τιμῆς ἄγειν. ἐλθοῦσι δὲ τοῖς πρέσβεσιν ἐχρημάτιζεν, ἀγγέλλουσιν οὕτως·
14.134 ἡμᾶς Πομπήιος ἔπεμψεν οὐκ ἀπορῶν μὲν ἐς Ἰβηρίαν, εἰ πολεμεῖν ἐγνώκει, διαπλεῦσαι, φίλην οὖσαν αὐτῷ πατρόθεν καὶ συλλαβοῦσαν ἔτι ὄντι νεωτέρῳ καὶ καλοῦσαν ἐπὶ ταῦτα καὶ νῦν, αἱρούμενος δὲ εἰρηνεύειν τε σὺν σοὶ καὶ πολεμεῖν, εἰ δεήσειεν, ὑπὸ σοί. καὶ τάδε οὐ νῦν πρῶτον, ἀλλʼ ἔτι κρατῶν Σικελίας καὶ τὴν Ἰταλίαν πορθῶν, ὅτε σοι τὴν σὴν μητέρα περισώσας ἔπεμπε, προύτεινε. καὶ εἰ ἐδέξω, οὔτʼ ἂν ὁ Πομπήιος ἐξέπεσε Σικελίας (οὐ γὰρ ἂν Καίσαρι τὰς ναῦς κατʼ αὐτοῦ παρέσχες), οὔτʼ ἂν σὺ ἥττησο ἐν Παρθυαίοις, Καίσαρός σοι τὸν στρατὸν οὐ πέμψαντος, ὃν συνέθετο· ἐκράτεις δʼ ἂν ἤδη πρὸς οἷς εἶχες καὶ τῆς Ἰταλίας. οὐ δεξάμενον δέ σε ταῦτα, ἐν καιρῷ τότε μάλιστʼ ἄν σοι γενόμενα, ἀξιοῖ καὶ νῦν μὴ πολλάκις ὑπὸ Καίσαρος ἐνεδρευθῆναι λόγοις τε καὶ τῷ γενομένῳ κήδει, μνημονεύοντα, ὅτι Πομπηίῳ τε κηδεύων μετὰ συνθήκας ἐπολέμησεν ἄνευ προφάσεως, καὶ Λέπιδον κοινωνὸν ὄντα τῆς ἀρχῆς τὸ μέρος ἀφείλετο καὶ οὐδέτερα αὐτῶν ἐνείματό σοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme