Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

12.120 ὅτε μὲν οὖν προσπελάσειαν αἱ νῆες, ἐμάχοντο παντοίως καὶ ἐς ἀλλήλους μεθήλλοντο. καὶ διαγνῶναι τὸν πολέμιον οὐκ ἦν ἔτι ὁμοίως εὔπορον· ὅπλοις τε γὰρ ὡς τὰ πολλὰ τοῖς αὐτοῖς ἐχρῶντο καὶ φωνῇ σχεδὸν ἅπαντες Ἰταλῇ, τά τε συνθήματα μιγνυμένων ἐς ἀμφοτέρους ἐξενήνεκτο, καὶ ἐκ τοῦδε μάλιστα ἐνέδραι πολλαὶ καὶ ποικίλαι παρὰ ἀμφοῖν, καὶ ἀπιστία πρὸς τοὺς λέγοντας αὐτὰ ἐπεγίγνετο, ἀγνωσία τε πάντας ἀλλήλων ἐπεῖχεν ὡς ἐν πολέμῳ καὶ θαλάσσῃ γεμούσῃ φόνων τε καὶ ὅπλων καὶ ναυαγίων. οὐ γάρ τινα πεῖραν ἔλιπον, ὅτι μὴ μόνον τὸ πῦρ· τούτου δὲ μετὰ τοὺς πρώτους ἐπίπλους ἐφείσαντο διὰ τὰς συμπλοκάς. ὁ δὲ πεζὸς ἑκατέρων στρατὸς ἀπὸ τῆς γῆς μετὰ φόβου καὶ σπουδῆς ἐς τὴν θάλασσαν ἀφεώρων, ὡς ἐν τῇδε καὶ αὐτοὶ περὶ τῆς σφῶν σωτηρίας τὴν ἐλπίδα ἔχοντες. διέκρινόν γε μὴν οὐδέν, οὐδʼ ἐδύναντο, καὶ μάλιστα περισκοποῦντες, οἷα νεῶν ἑξακοσίων ἐπὶ μήκιστον ἐκτεταγμένων καὶ τῆς οἰμωγῆς ἐναλλασσομένης ἀνὰ μέρος ἑκατέρωθεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme