Book 5
12.118
γιγνομένων δʼ ἀνʼ ὅλην τὴν Σικελίαν ἁψιμαχιῶν πολλῶν, ἔργου δὲ μείζονος οὐδενός, Ταῦρον ὁ Καῖσαρ ἔπεμψε τὰς ἀγορὰς τοῦ Πομπηίου περικόπτειν καὶ τὰς πόλεις τὰς χορηγούσας προκαταλαμβάνειν. καὶ τῷδε μάλιστα κάμνων ὁ Πομπήιος ἔκρινε μάχῃ μείζονι κριθῆναι περὶ ἁπάντων. τὰ μὲν δὴ πεζὰ τοῦ Καίσαρος ἐδεδίει, ταῖς δὲ ναυσὶν ἐπαιρόμενος ἤρετο πέμπων, εἰ δέχοιτο ναυμαχίᾳ κριθῆναι. ὁ δὲ ὠρρώδει μὲν τὰ ἐνάλια πάντα, οὐ σὺν τύχῃ μέχρι δεῦρο κεχρημένος αὐτοῖς, αἰσχρὸν δὲ νομίσας ἀντειπεῖν ἐδέχετο. καὶ ὡρίζετο αὐτοῖς ἡμέρα, ἐς ἣν τριακόσιαι νῆες ἑκατέρων ἰδίᾳ παρεσκευάζοντο, βέλη τε παντοῖα φέρουσαι καὶ πύργους καὶ μηχανάς, ὅσας ἐπενόουν. ἐπενόει δὲ καὶ τὸν καλούμενον ἅρπαγα ὁ Ἀγρίππας, ξύλον πεντάπηχυ σιδήρῳ περιβεβλημένον, κρίκους ἔχον περὶ κεραίας ἑκατέρας· τῶν δὲ κρίκων εἴχετο τοῦ μὲν ὁ ἅρπαξ, σιδήριον καμπύλον, τοῦ δὲ καλῴδια πολλά, μηχαναῖς ἐπισπώμενα τὸν ἅρπαγα, ὅτε τῆς πολεμίας νεὼς ἐκ καταπέλτου λάβοιτο.