Book 5
12.114
τετάρτῃ δʼ ἡμέρᾳ μόλις ἐπὶ τὴν ἄνυδρον γῆν ἀφίκοντο, ἣν ῥύακα πυρὸς λέγουσι, ποτὲ μέχρι θαλάσσης κατιοῦσαν, ἐπικλύσαι καὶ σβέσαι τὰ ἐν αὐτῇ νάματα. καὶ αὐτὴν οἱ μὲν ἐπιχώριοι μόνης ὁδεύουσι νυκτός, πνιγώδη τε οὖσαν ἀπʼ ἐκείνου καὶ κονιορτοῦ σποδώδους γέμουσαν, οἱ δʼ ἀμφὶ τὸν Κορνιφίκιον οὔτε νυκτὸς ἐθάρρουν, ἐν ἀσελήνῳ μάλιστα, ἰέναι διὰ ἀπειρίαν ὁδῶν καὶ ἐνέδρας, οὔτε ἡμέρας ὑπέμενον, ἀλλʼ ἀπεπνίγοντο καὶ τὰς βάσεις ὡς ἐν θέρει καὶ καύματι ὑπεκαίοντο, μάλιστα οἱ γυμνοί. βραδύνειν τε οὐ δυνάμενοι διὰ τὴν δίψαν ἐνοχλοῦσαν, οὐδένα ἔτι τῶν βαλλόντων αὐτοὺς ἐπεξῄεσαν, ἀλλʼ ἐτιτρώσκοντο ἀφυλάκτως. ἐπεὶ δὲ καὶ τὰς ἐξόδους τῆς διακεκαυμένης ἕτεροι κατεῖχον πολέμιοι, ἀμελήσαντες τῶν ἀσθενεστέρων τε καὶ γυμνῶν ἀνεπήδων ἐς τοὺς αὐχένας οἱ δυνάμενοι τόλμῃ παραβόλῳ καὶ ἐβιάζοντο τοὺς πολεμίους, ἐς ὅσον εἶχον δυνάμεως. κατεχομένων δὲ καὶ τῶν ἑξῆς αὐχένων ἀπεγίνωσκον αὑτῶν ἤδη καὶ μεθεῖντο ὑπὸ δίψης καὶ θέρους καὶ κόπου. προτρέποντος δὲ αὐτοὺς τοῦ Κορνιφικίου καὶ πηγὴν πλησίον οὖσαν ἐπιδεικνύοντος, οἱ μὲν αὖθις ἐβιάζοντο, πολλοὺς ἀπὸ σφῶν ἀπολλύντες, ἕτεροι δὲ τὴν πηγὴν κατεῖχον πολέμιοι, καὶ παντελὴς ἤδη τοὺς τοῦ Κορνιφικίου κατεῖχον ἀθυμία, καὶ παρίεντο.