Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

10.76 καὶ τοῦτο μὲν ἔκοπτε καὶ νόμισμα ἐποίει· ὡς δὲ ἦλθέ τε ὁ Κάσσιος καὶ ἔδοξε Λυκίους καὶ Ροδίους προεξαιρεῖν, ἐτράπετο Λυκίων ἐπὶ Ξανθίους πρώτους. οἱ δὲ τά τε προάστεια σφῶν καθεῖλον, ἵνα μὴ ἐς κατάλυσιν αὐτοῖς ὁ Βροῦτος μηδʼ ἐς ὕλην ἔχῃ χρῆσθαι, καὶ τὴν πόλιν περιταφρεύσαντες ἀπεμάχοντο ἀπὸ τῆς τάφρου, τὸ μὲν βάθος οὔσης πεντήκοντα ποδῶν βαθυτέρας, τὸ δὲ πλάτος κατὰ λόγον τοῦ βάθους, ὥστε παρʼ αὐτὴν ἑστῶτες ἠκόντιζόν τε καὶ ἐτόξευον ὥσπερ ἐν μέσῳ ποταμὸν ἔχοντες ἀπέρατον. ὁ δὲ Βροῦτος αὐτὴν ἔχου βιαζόμενος καὶ σκεπαστήρια τῶν ἐργαζομένων προυτίθει καὶ τὸν στρατὸν ἐς ἡμέραν καὶ νύκτα ἐμέριζε, καὶ τὴν ὕλην μακρόθεν, ὥσπερ ἐν τοῖς ἀγῶσι, σὺν δρόμῳ καὶ βοῇ μετέφερεν, οὐδὲν ἐκλείπων σπουδῆς καὶ πόνου. ὅθεν αὐτῷ τὸ ἔργον ἐλπισθὲν ἢ οὐκ ἔσεσθαι κωλυόντων τῶν πολεμίων ἢ πολλοῖς μησὶ μόλις ἔσεσθαι, ὀλίγαις ἡμέραις ἐξείργαστο, καὶ οἱ Ξάνθιοι κατακλεισθέντες ἐπολιορκοῦντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme